TLG 3015 001 :: Joannes CAMENIATES :: De expugnatione Thessalonicae

Joannes CAMENIATES Hist., vel Joannes Caminiates
(Thessalonicensis: A.D. 9–10)

De expugnatione Thessalonicae

Source: Böhlig, G. (ed.), Ioannis Caminiatae de expugnatione Thessalonicae [Corpus fontium historiae Byzantinae 4. Series Berolinensis] Berlin: De Gruyter, 1973: 3–68.

Citation: Chapter — section — (line)

t

1

ΙΩΑΝΝΟΥ ΚΛΗΡΙΚΟΥ ΚΑΙ ΚΟΥΒΟΥΚΛΕΙΣΙΟΥ ΤΟΥ ΚΑΜΙΝΙΑΤΟΥ ΕΙΣ ΤΗΝ ΑΛΩΣΙΝ ΤΗΣ ΘΕΣΣΑΛΟΝΙΚΗΣ

1

.

1

Ὡς ἀρίστη τῶν ἀγαθῶν ἡ φιλοπονία καὶ πάσης ἀρετῆς κτῆσιν ἐν ἑαυτῇ μαρτυροῦσα.

1

.

2

σοῦ δὲ μετὰ τῶν ἄλλων πλεονεκτημάτων ἔκδηλον καὶ ἐν τούτῳ καθέστηκε τὸ φιλόπονον, ὦ ἀνδρῶν βέλτιστε καὶ πολυμαθέστατε Γρηγόριε, οἷς τε πρὸς ἡμᾶς γράφεις καὶ οἷς παρ’ ἡμῶν ἐπιζητεῖς διὰ γραμμάτων μαθεῖν.

1

.

3

οὐκ ὀλίγης γὰρ ἀρετῆς καὶ φιλοπόνου σπουδῆς ἐπίδειξιν ἔχει τὸ πολλῶν ἐθέλειν εἰληφέναι πραγ‐ μάτων γνῶσιν, καὶ μάλιστα δι’ ὧν ψυχὴ τὸν θεῖον φόβον ἐγκυμονεῖ καὶ οἷον χρειώδεις τινὰς ἀφορμὰς ἐκ τούτου τῷ θεωρητικῷ μέρει τοῦ
5νοὸς ἐμβιβάζει, ἐξ ὧν διδάσκεται τῆς μὲν ἁμαρτίας ἐκκλίνειν ὡς δημιουρ‐ γοῦ τοῦ θανάτου, ἔχεσθαι δὲ τῆς ἀρετῆς, ἧς τὸ τέλος ζωὴ αἰώνιος τοῖς αἱρουμένοις αὐτήν.

1

.

4

ἐγὼ δὲ τὴν ἐπιταγὴν πληρώσειν ἀναβαλέσθαι τέως ἐδόκουν δυοῖν ἕνεκεν, τό τε πρὸς σὲ περὶ τοιούτων γράφειν ἐπα‐ χθὲς κρίνων, ἄνδρα τοσοῦτον, οὗ λόγοι μὲν τὰς πράξεις ἰθύνουσι, πρά‐ ξεις δὲ συμφωνοῦσαι τοῖς λόγοις τὸ ἀκριβὲς ἀλλήλοις ἀντιδιδόασιν (ἤδη
5γὰρ ἡ φήμη βοᾷ τὴν σὴν ἐν ἅπασι τελειότητα, καὶ σιωπῶντα ταῖς ἡμετέραις ἐγνώρισεν ἀκοαῖς), καὶ τὸ μηδὲν δύνασθαι περὶ ὧν τὴν ζήτη‐ σιν ἐποιήσω καλῶς ἐξηγήσασθαι, τὴν οἰκείαν ἀμαθίαν ὡς εὐπρόσωπον προβαλλόμενος ἀπολογίαν, ὥστε μὴ καθυβρίσαι μηδὲ σμικρῦναι τῷ λόγῳ τὸ περιφανὲς τῶν παρὰ σοῦ ζητηθέντων πραγμάτων, καὶ πραγ‐
10μάτων ἐκείνων τῶν μικροῦ δεῖν ἅπασαν πληρωσάντων τῇ ἀκοῇ τὴν ὑφ’ ἥλιον.

1

.

5

ἀλλ’ ἐπειδὴ καὶ τοῦτό μοι μετὰ τῶν ἤδη λεχθέντων ἐπῆλθε, μὴ πρὸς τοῖς ἄλλοις ὀφλήμασι καὶ παρακοῆς ἀπαιτηθείην δίκας, τἆλλα μὲν φύσει δεινοῦ πάθους καὶ ὀλεθρίου, καὶ αὐτοῦ δὲ τοῦ θείου νόμου περιφρονῆσαι τοὺς γενάρχας ἡμῶν ἐξ ἀρχῆς ἀναπείσαντος, ἥκω
5πληρώσων τὸ αἰτηθέν, τῇ σῇ θαρρήσας εὐγνώμονι καὶ συμπαθεστάτῃ φιλίᾳ.

1

.

6

εὖ γὰρ οἶδα μήτε ταῖς τεχνικαῖς μεθόδοις μήτε μὴν ταῖς ἐπι‐ στημονικαῖς τρυτάναις τῆς σῆς ἀκραιφνοῦς καὶ μεγάλης σοφίας τὸ
ἀκαλλὲς τοῦ τῇδε λόγου καὶ ἀνάρμοστον ἢ τῶν λεγομένων τὸν νοῦν ἀποδοκιμάζεσθαι, ἀληθῆ δὲ μᾶλλον καὶ παντὸς ἀλλοτρίαν καὶ ψεύδους3
5καὶ πλάσματος τὴν τῶν ῥηθησομένων προβαίνουσαν συγγραφὴν ἁπά‐ σης μέμψεως ἀπολύεσθαι.

2

.

1

Ἐζήτησας μαθεῖν διὰ τῆς ἐπιστολῆς τὸν τρόπον δι’ ὃν τὴν φρουρὰν οἰκοῦμεν βαρβάρων χερσὶν ἐκδοθέντες, καὶ πῶς τὴν ἀλλοτρίαν ἀντὶ τῆς ἰδίας διημειψάμεθα, ποίας τέ ἐσμεν πατρίδος, καὶ τίνα τὰ κατ’ αὐτήν.

2

.

2

τεκμαίρεσθαι γὰρ ἔφης ἐκ τῆς μικρᾶς ἐκείνης ὁμιλίας, δι’ ἧς παροδεύοντί σοι τὴν Τρίπολιν ὀλίγον συνεγενόμεθα, πλήρεις μὲν ὄντας ἡμᾶς μακρᾶς ἐξηγήσεως, μεγάλα δέ τινα καὶ πάσης τραγῳδίας ἐπέκεινα τά τε ἤδη συμβεβηκότα ἡμῖν καὶ τὰ ἐς ὕστερον προσδοκώμενα.

2

.

3

καὶ γὰρ ἔτυχες τότε καὶ αὐτὸς ἀλητεύων κατὰ τὴν αὐτὴν ἡμῶν συμφοράν, καί τισιν αἰχμαλώτοις ἐκεῖσε συνεπαγόμενος, οὓς ἔλεγες ὁμοπατρίους εἶναί σοι Καππαδόκας, μεθ’ ὧν καὶ τὴν πρὸς Ἀντιόχου πόλιν ἐστέλλου,
5μηδαμοῦ στῆναι τῶν ἀλγεινῶν ἐξηγούμενος·

2

.

4

ὁπότε καὶ ἡμᾶς ἑώρας, ὡς καὶ αὐτὸς μαρτυρεῖς, τό τε νεαρὸν τοῦ πένθους ἔχοντας καὶ τὰ ἴχνη τοῦ προλαβόντος φόβου τοῖς προσώποις ἡμῶν ἐγκαθήμενα, ὡς καὶ σιωπῶντας βοᾶν τὴν συμφορὰν ἐκ τοῦ χρώματος.

2

.

5

ἀλλὰ περὶ τού‐ των εἰ καθ’ ἕκαστον ἐπεξιέναι βουληθείην, μακρὸν ἂν εἴη καὶ τῇ χρείᾳ μὴ κατάλληλον τὸν λόγον ποιήσομαι, τῆς συμμετρίας τὸν νόμον καθ‐ υπερβαίνων, ἵνα μὴ λέγω ὅτι καὶ τὴν σὴν ἀρρᾴθυμον ἀκοὴν ἀποκναίσω,
5εἰ καὶ ὅτι δι’ ἐφέσεως ἔχεις τοῖς λεγομένοις ἐπακροάσασθαι.

2

.

6

ἀλλ’ ἐπειδὴ τοίνυν τοῦτο κατ’ ἀρχὰς ὑπέσχου, τὸ νουνεχῶς ἀκούειν, ἄρχο‐ μαι τῶν καθ’ ἡμᾶς ὧδε.

3

.

1

Ἡμεῖς, ὦ φίλος, πατρίδος ἐσμὲν Θεσσαλονίκης· αὐτὴν γὰρ πρώ‐ την γνωριοῦμαί σοι, δι’ ἧς ἔγνων ὧν οὔπω ἐγνώκειν πολλά·

3

.

2

καὶ σοί γε γνωσθεὶς ἄρτι τὴν περὶ αὐτῆς ἐκείνης γνῶσιν εἰσπράττομαι, πόλεως μεγάλης καὶ πρώτης τῶν Μακεδόνων, τἆλλα μὲν περιφανοῦς οἷς σεμνύνεται πόλις, καὶ μηδεμιᾷ τῶν ἔγγιστα παραχωρούσης μὴ ὅτι
5κατ’ αὐτὴν ὀφθῆναι, περιφανεστέρας δὲ τὴν εὐσέβειαν, ἣν ἐξ ἀρχῆς ἐδέξατο καὶ δεξαμένη μέχρι τοῦ νῦν διεσώσατο.

3

.

3

αὐτὸν γὰρ αὐχεῖ Θεσσαλονίκη τὸν Παῦλον ἔχειν τῆς εὐσεβείας διδάσκαλον, τὸ σκεῦος τῆς ἐκλογῆς, ὃς ἀπὸ Ἱερουσαλὴμ κύκλῳ καὶ μέχρι τοῦ Ἰλλυρικοῦ τῷ εὐαγγελικῷ περιλαβὼν τὴν οἰκουμένην κηρύγματι ἐν αὐτῇ μᾶλλον τὸν
5τῆς θεογνωσίας σπόρον κατέβαλε καὶ πολύχουν ἀποδίδοσθαι τὸν τῆς πίστεως καρπὸν διεσπούδασε·4

3

.

4

μετ’ ἐκεῖνον δὲ τὸν μέγαν ἐν μάρ‐ τυσι καὶ ἀξιοθαύμαστον ἐν ἀθλοφόροις Δημήτριον τὸν μυροβλύτην, πολὺν ἀγῶνα καὶ αὐτὸν ὑπὲρ τῆς εὐσεβείας καταβαλλόμενον (καὶ γὰρ ἦν πρὸς τοῖς ἄλλοις τῆς ἀρετῆς αὐχήμασιν ἔτι καὶ θείοις ἐμπρέπων δι‐
5δάγμασιν καὶ τῇ περὶ τῶν δογμάτων ἀκριβείᾳ κεκοσμημένος, ἐξ οὗ καὶ μᾶλλον τὸ περὶ αὐτοῦ διεδόθη κλέος τοῖς πέρασιν)·

3

.

5

εἶτα τοὺς καθεξῆς ἀρχιερεῖς πάντας τοῦ σωτηρίου λόγου στερρῶς ἀντεχομένους, ἐξ ὧν ἀεὶ καταρτιζομένη καὶ παιδαγωγουμένη τὴν θειοτέραν παίδευσιν δαιμονιώδεις καὶ μυσαρὰς πλάνας καὶ δόξας καὶ εἰδωλικὰς εἰκαιομυθίας
5τοῖς τιμῶσι τοὺς δαίμονας ἀπεπέμψατο, ὀρθοδόξῳ δὲ διδαχῇ τὴν πίστιν σφραγίσασα, καὶ πᾶν ζιζανιῶδες φυτὸν καὶ αἱρετικὸν καὶ ἀλλό‐ φυλον οὐμενοῦν οὐδέποτε τῷ θείῳ σπόρῳ συγκαταμίξασα, καθαρὰν καὶ ἀκίβδηλον διεσώσατο τὴν εὐσέβειαν.

3

.

6

ἧς πολλὰ μὲν ἦν καὶ ἄλλα γνωρίσματα, ἐξ ὧν ἡ φήμη τὰς ἀφορμὰς λαμβάνουσα λαμπρὸν τὸ περὶ αὐτῆς ἐκήρυττεν ὄνομα, ἓν δὲ τοῦτο πρῶτον καὶ ἰδιαίτατον διεδείκνυτο, τὸ ὀρθόδοξον αὐτὴν καὶ εἶναι καὶ ὀνομάζεσθαι καὶ τούτῳ μᾶλλον ἤπερ
5τοῖς ἄλλοις σεμνύνεσθαι.

3

.

7

ἀλλ’ ἐπειδὴ καὶ τὰ κατ’ αὐτὴν ἐκείνην τὴν πόλιν φιλοπόνως μαθεῖν ἐπεζήτησας, τοῦτο δὲ δυσεπιχείρητόν τε ὡς ἐμοὶ τῇ τε παρούσῃ ὁρμῇ τοῦ λόγου παρὰ μικρὸν ἀνακόλουθον, ὀλίγα τινά, καὶ οἷς μάλιστα ἔξεστι δοκεῖν ὁρᾶν σε τῶν λεγομένων τὰ
5πράγματα, τῇ διηγήσει προσθεὶς ἐπὶ τὴν καθ’ ἡμᾶς αὐτοὺς τραπήσομαι συμφοράν.

4

.

1

Ἔστιν οὖν ἡ πόλις, ὡς εἴρηται, μεγάλη τε καὶ εὐρεῖα, τείχεσι καὶ προβόλοις συχνοῖς κατωχυρωμένη καὶ τὸ ἀσφαλὲς τοῖς οἰκήτορσιν ὅσον ἐκ τῆς τούτων οἰκοδομῆς παρεχομένη, θαλάσσιον ἔχουσα κόλπον ἐκ νότου καθηπλωμένον, ᾧ καὶ περικλυζομένη τὴν ἐκ πλαγίου πλευρὰν
5ταῖς ἁπανταχόθεν εἰσρεούσαις ὁλκάσιν εὐεπίβατον τὴν πρὸς αὐτὴν πορείαν παρέχεται.5

4

.

2

ὑποκοιλαίνεται γάρ τις ἐκεῖσε θαυμαστὸς λιμήν, ἀσφαλῶς ὑπτιάζων τοῖς πλωτῆρσι τὴν εἴσοδον, ταῖς ἐκ πνευμάτων παντελῶς ἀπείρατος ταραχαῖς καὶ τὸν ὅρμον ἀκύμονα καθιστῶν.

4

.

3

ὃν ἐκ τῆς λοιπῆς θαλάσσης ὁ τεχνίτης ἀπέτεμε· μέσον γὰρ ἀπείρξας διά τινος τείχους τὴν τῶν ὑδάτων ἐπίρροιαν, συναπεῖρξεν ἐκ τοῦ πρὸς θάλασσαν καὶ τῶν πνευμάτων τὸν κλύδωνα.

4

.

4

ἡ θάλασσα γὰρ τῷ βυθῷ φυσωμένη καὶ τὴν ἐκδρομὴν πρὸς τὴν χέρσον ἐρευγομένη, τῷ διαφράγματι τοῦ τῇδε τείχους κωλυομένη, μὴ ἔχουσα τίνι τὴν ἀπει‐ λὴν ἐπαφήσει, χωρεῖ τοῖς ἐφ’ ἑκάτερα τοῦ τείχους μέρεσι, καὶ τὸ ὕδωρ
5ἠρέμα πως ὀλισθῆσαν ζάλης ἁπάσης ἐκτὸς τὸν τοιοῦτον ὅρμον διατηρεῖ.

4

.

5

ὁ δὲ δὴ κόλπος ἐκ τῆς μεγάλης θαλάσσης ἀποτμηθεὶς διά τινος αὐχένος, ἀγκῶνος δίκην προβεβλημένου καὶ ἐπὶ μήκιστον τοῖς ὕδασι διικνου‐ μένου, ὃν οἱ κατὰ χώρας Ἔκβολον ὀνομάζουσι διὰ τὸ πόρρω που τοῖς ὕδασιν ἐκβεβλῆσθαι, στενούμενός τε πρὸς τὴν ἑτέραν ἐξ ἐναντίας
5χέρσον τῇ τοῦ αὐχένος τούτου καινοτομίᾳ, ἕτερος λιμὴν πελάγιος γίνεται·

4

.

6

ἐξ οὗ δήπερ ἀγκῶνος μέχρις αὐτοῦ τοῦ τείχους τῆς πόλεως κύκλον πανευπρεπῆ τὸ ὕδωρ μιμεῖται, τοῖς ἐφ’ ἑκάτερα μέρεσιν ἐπὶ πολὺ ἐκτεινόμενον καὶ πρὸς τὴν πόλιν κατὰ βραχὺ συστελλόμενον.

4

.

7

καὶ ἀφορᾷ μὲν ὁ κόλπος ἐκ νότου τὴν λοιπὴν θάλασσαν, ἀφορᾷ δὲ τοῦτον ὁμοίως ὁ λιμὴν καὶ τὸν λιμένα ἡ πόλις.

4

.

8

ἀλλ’ ὁ μὲν λιμὴν τέτρασι γωνίαις ἐμπεριείληπται, ὁ δὲ κόλπος ἐστὶ περιφερής, τὸ κύτος ἔχων διὰ πλείστου βάθους χωροῦν, τὰ πέρατα δὲ καὶ πρὸ πολλοῦ τῆς χέρσου τὰ πολλὰ τῶν ὑδάτων συστείλαντα.

5

.

1

Ἀλλ’ ἐν τούτοις τὸ κατὰ νότον μέρος τῆς πόλεως, τὸ πρὸς βορ‐ ρᾶν δὲ ὡς λίαν τραχὺ καὶ δύσβατον.

5

.

2

ὄρος γὰρ ὑπερκύπτει τοὺς λόφους ὑπερανεστηκός, οὐκ ὀλίγον μέρος καὶ αὐτῆς τῆς πόλεως τῆς λοιπῆς ὑπεραῖρον γῆς, ὡς τὸ μὲν αὐτῆς πεδιάσιμον εἶναι καὶ ταῖς χρείαις τῶν ἐνοικούντων κατάλληλον, τὸ δὲ τοῖς βουνοῖς καὶ ταῖς τῶν ὀρῶν
5ἀκρότησιν ἀνατείνεσθαι.

5

.

3

ἀλλ’ οὐδὲν ἀδικεῖ τὴν πόλιν ἡ τοῦ ὄρους παράτασις ὡς ἐμπαρέχειν ἄδειαν τοῖς πολεμίοις ἀφ’ ὕψους ἐπεμβαίνειν καὶ τοῦ τείχους κατεπαμύνεσθαι· ἔδωκε γὰρ ὀλίγην τινὰ σχολὴν ὁ βουνὸς ἐκεῖσε πρὸς τὸ φυλάττεσθαι πᾶσαν ἐπιβουλήν, τῷ διὰ μέσου
5χώρῳ τὴν εὐχερῆ προσβολὴν ἀποκρούσας.

5

.

4

τὸ δ’ ἐντεῦθεν ἀνατεί‐
νεται μέχρι πολλοῦ τὸ ὄρος καὶ ὑπερίδρυται, τοῖς λόφοις καὶ ταῖς χα‐ ράδραις ἐντραχυνόμενον, τὴν μεσαιτάτην ἀνατολὴν ἀφορῶν, ἀλλ’ ὅσον διήκει τὴν πρὸς ἀνατολὴν ἐπειγόμενον, τοσοῦτον τὰ ἐκ πλαγίου ἐφ’6
5ἑκατέρου μέρους ὑποκείμενα διαφεύγει τῆς γῆς.

5

.

5

ἐν γὰρ ταῖς δυσὶ πλευραῖς τοῦδε τοῦ ὄρους, τοῦ τε πρὸς νότον φημὶ καὶ τοῦ πρὸς βορρᾶν, πεδία ὑφήπλωται βάσιμά τε καὶ χρήσιμα, πᾶσαν ἀφορμὴν εὐζωΐας τοῖς πολίταις δωρούμενα·

5

.

6

ὧν τὸ μὲν ὡς πρὸς νότον τοῦ ὄρους, πρὸς ἀνατολὴν δὲ τῆς πόλεως, ὡς λίαν ἐστὶ παγκαλλὲς καὶ ἐράσμιον.

5

.

7

κεκόσμηται γὰρ δένδρεσιν ἀμφιλαφέσι, παραδείσοις ποι‐ κίλοις, ὕδασιν ἀπείροις, τοῖς μὲν πηγαίοις, τοῖς δὲ ποταμίοις, οἷς αἱ λόχμαι τοῦ ὄρους τῷ πεδίῳ χαρίζονται καὶ αὐτὴν δὲ δεξιοῦνται τὴν θάλασσαν.

5

.

8

ἄμπελοι γὰρ ἀλλήλαις παραπεφυτευμέναι τὰ χωρία στεφανοῦσι καὶ τὸν φιλόκαλον ὀφθαλμὸν τῇ πληθύϊ τῶν καρπῶν εἰς εὐφροσύνην προτρέπονται·

5

.

9

μοναὶ δὲ μοναχῶν πολλαὶ καὶ συχναὶ τό τε ὑπτιάζον τοῦ ὄρους καὶ τὸ τῆς λοιπῆς γῆς ὑποκείμενον κατοικοῦσαι, καί τισι τερπνοτάτοις χωρίοις ἐγκαθεζόμεναι, καινόν τι χρῆμα τοῖς τε ὁδίταις καὶ αὐτοῖς τοῖς πολίταις πεφύκασι.

5

.

10

τὸ δὲ κατὰ λαιὰν πλευ‐ ρὰν τοῦ ὄρους πεδίον ἐστὶ καὶ αὐτὸ τεταμένον εἰς μῆκος πολύ, εὐρύνεται δὲ μέχρις ἄλλων ὀρέων· οὗτινος ἐν μέσῳ πελαγίζονται δύο τινὲς εὐρεῖαι λίμναι, τὸ πλεῖστον τούτου διακατέχουσαι καί τινα μεγάλην καὶ αὖται
5συνεισφέρουσαι χρείαν.

5

.

11

τρέφουσι γὰρ ἰχθύας καὶ μικροὺς καὶ μεγά‐ λους, καὶ τοῖς εἴδεσι διαφόρους καὶ πολλοὺς τῷ πλήθει, ταῖς τε γείτοσι κώμαις καὶ αὐτῇ δὲ τῇ πόλει δαψιλεστάτην ἀποπληροῦντας τράπε‐ ζαν.

5

.

12

καὶ γὰρ οἷον φιλονεικοῦσιν αἱ λίμναι ταῖς τούτων ἐπιδόσεσι πρὸς τὴν θάλασσαν, καὶ ἁμιλλῶνται τίς αὐτῶν τὸ πλεῖον παράσχηται.

5

.

13

πλὴν ἑκάτεραι νικῶνται ἐξ ἑκατέρων, καὶ ἡ νικῶσα οὐκ ἔχει τίνι τὴν ἧτταν καταψηφίσεται.

5

.

14

τὸ δὲ λοιπὸν τοῦ πεδίου ἀνεῖται τοῖς γεωργοῖς, παραχωρεῖται τοῖς ζῴοις, τοῖς τε πειθομένοις ταῖς τῶν ἀν‐ θρώπων τέχναις καὶ τοῖς ἐλεύθερον ἀφιεῖσι τὸ ἴχνος τοῖς ὄρεσιν.

5

.

15

ἔλα‐ φοι γὰρ τὰ ὄρη λιποῦσαι καὶ ταῖς λίμναις ὥσπερ τῶν ὑδάτων ἐπιτερ‐ πόμεναι ὁμοῦ τε ἔχουσιν ἄφθονον τὸ ποτόν, καὶ ταῖς βουσὶν ἐν αὐτῷ συναγελαζόμεναι κοινὰ τὰ σῖτα προσφέρονται.

6

.

1

Ἀλλ’ ἱκανῶς ἐν τούτοις τά τε πρὸς ἀνατολὴν καὶ βορρᾶν τῆς πόλεως, ἔτι γε μὴν καὶ τὰ πρὸς νότον διαγραψάμενοι τὴν πρὸς δύσιν αὐτῆς τοῦ χώρου θέσιν κατὰ τὸ δυνατὸν ἱστορήσωμεν.

6

.

2

ἔστιν ἕτε‐ ρον πεδίον, ἀπ’ αὐτοῦ τοῦ τείχους τῆς Ἐκβολῆς ἀπαρχόμενον, τῇ δεξιᾷ
τοῦ ὄρους ἁπτόμενον, τῇ λαιᾷ δὲ τῇ θαλάσσῃ συνομοροῦν, ἀμύθητον κάλλει ταῖς τῶν ὁρώντων ὑποκείμενον ὄψεσιν.7

6

.

3

ἔστι γὰρ τὸ μὲν αὐτοῦ διάβροχον ὕδασιν, ὅσον αὐχεῖ τήν τε πόλιν ἔχειν καὶ τὴν θάλασ‐ σαν γείτονα, ἀμπέλοις καὶ δένδρεσι κατακόμοις καὶ παραδείσοις κατε‐ στεμμένον, οἰκήμασί τε καί τισι πλείστοις σεβασμίοις σηκοῖς κεκοσμη‐
5μένον, ὧν τοὺς πλείονας μοναχῶν ἀγέλαι διείλοντο, πᾶν εἶδος ἀρετῆς ἀσκοῦντες καὶ θεῷ μόνῳ ζῶντες, πρὸς ὃν ἐπείγονται καὶ δι’ ὃν τὰς πολιτικὰς ταραχὰς λιπόντες τὴν πρὸς αὐτὸν καὶ μόνον φέρουσαν τρί‐ βον ἀνείλοντο.

6

.

4

τὸ δ’ ἐντεῦθεν αὐτοῦ διαχεῖται τῇ χέρσῳ μέχρι πολλοῦ, ἄξυλον μὲν ὡς τὰ πολλὰ τὴν βλάστην ἔχον, πάσης δὲ γεωρ‐ γικῆς ἐπιμελείας ἐπιτήδευσιν παρεχόμενον.

6

.

5

διήκει δὲ τὴν ἡλίου δύσιν ἀποσκοποῦν, ἕως τινῶν ἄλλων ὀρέων ὑψηλῶν καὶ μεγάλων παρα‐ τεινόμενον, ἔνθα καὶ πόλις τις Βέρροια καλουμένη κατῴκισται, καὶ αὐτὴ περιφανεστάτη τοῖς οἰκήτορσί τε καὶ πᾶσι τοῖς ἄλλοις οἷς αὐχεῖ πόλις
5τὴν σύστασιν.

6

.

6

ἐμπεριέχει δὲ τῷ διὰ μέσου χώρῳ τὸ πεδίον τοῦτο καὶ ἀμφιμίκτους τινὰς κώμας, ὧν αἱ μὲν πρὸς τῇ πόλει τελοῦσι, Δρου‐ γουβῖταί τινες καὶ Σαγουδάτοι τὴν κλῆσιν ὀνομαζόμενοι, αἱ δὲ τῷ συνομοροῦντι τῶν Σκυθῶν ἔθνει οὐ μακρὰν ὄντι τοὺς φόρους ἀποδι‐
5δόασιν.

6

.

7

πλὴν γειτνιάζουσιν ἀλλήλαις αἱ κῶμαι τὴν οἴκησιν, καὶ ἔστι καὶ τοῦτο πρὸς τοῖς ἄλλοις Θεσσαλονικεῦσιν οὐ μικρῶς συμβαλλόμενον, τὸ πρὸς τοὺς Σκύθας διὰ τῶν ἐμπορικῶν μεθόδων συναναμίγνυσθαι, καὶ μάλισθ’ ὅταν ἔχωσι πρὸς ἀλλήλους καλῶς καὶ μὴ κινῶσιν ὅπλα τὴν
5μάχην ἐξαγριαίνοντα· ὃ δὴ καὶ πολλῷ τινι τῷ πάλαι χρόνῳ παρ’ ἑκα‐ τέρων μελετηθέν, κοινότητα ζωῆς τὰς χρείας ἀλλήλοις ἀμείβουσι, θαυ‐ μασίαν τινὰ καὶ βαθεῖαν εἰρήνην ἐν ἑαυτοῖς συντηρούμενοι.

6

.

8

ποταμοὶ δέ τινες παμμεγέθεις ἐκ τῆς Σκυθῶν ἐξορμώμενοι καὶ τὸ προλεχθὲν πεδίον καθ’ ἑαυτοὺς διελόμενοι πολλὴν δαψίλειαν καὶ αὐτοὶ τῇ πόλει παρέχονται ταῖς τε χορηγίαις ταῖς ἀπὸ τῶν ἰχθύων καὶ ταῖς δι’ αὐτῶν ἀπὸ τῆς θαλάσσης
5τῶν νηῶν ἀναδρομαῖς, δι’ ὧν ἐπινοεῖται ποικίλη τις πρόσοδος τῶν χρειῶν τῶν ὑδάτων ἐκείνων συγκαταρρέουσα.

7

.

1

Ἀλλὰ γὰρ ἔλαθον ἐμαυτὸν μακρόν, ἢ ὡς ἀπ’ ἀρχῆς ὑπεσχόμην, τὸν περὶ τούτων παρατείνας λόγον.

7

.

2

πεποίηκε δὲ τοῦτο ὁ περὶ
τὴν πατρίδα πόθος, ἡδέως τῇ τε μνήμῃ συνεφελκόμενος, καὶ ταῖς ἀνα‐ τυπώσεσιν οἷον δοκῶν συνεῖναι τοῖς λεγομένοις, καὶ τὸ πρόθυμον καὶ ζητητικὸν τῆς σῆς φιλομαθοῦς ἀκοῆς, ἣν ἐξ ἀρχῆς παραθέσθαι πᾶσαν8
5ἡμῖν καθυπέσχου, μηδενὸς ἄλλου περισπῶντος αὐτὴν ἢ τοῦδε τοῦ διηγήματος ὑποσύροντος.

7

.

3

ταῦτα δὲ οὕτως ἔχει. φιλοῦσι γὰρ ἀεὶ τὰ ποθούμενα τῶν πραγμάτων ἀνάγκης δεσμοῖς καὶ τὸν λέγοντα περὶ αὐτῶν κατέχειν καὶ τὸν ἀκούοντα· καὶ οὐκ ἂν οὕτως εὐχερῶς καὶ ῥᾳδίως οὔτε ὄψις τῶν ἡδίστων θεαμάτων οὔτε ἀκοὴ τῶν τερπνῶν ἀποστήσεται
5ἀκουσμάτων, οὔτε λόγος ἡδὺς τῆς ὁρμῆς ἀνακοπήσεται, μέχρις ἂν φθάσῃ τὸ πέρας πρὸς ὃ κατ’ ἀρχὰς ἐπείγεται.

7

.

4

πλὴν εἰ δοκεῖ, καὶ πάλιν ἀναδράμωμεν πρὸς αὐτὴν ἐκείνην τὴν πόλιν· μέχρι γὰρ τίνος ὡς ἐν κατόπτρῳ τὸν ἀνδριάντα διαμορφοῦμεν, καὶ ταῖς ἔξωθεν τῶν χρωμάτων ποικιλίαις ἀπεικονίζειν πειρώμεθα τὸ ἀρχέτυπον, ἐξὸν αὐτοῖς ἐκείνοις
5ἐντυχεῖν διὰ τῶν καιρίων διηγημάτων τοῖς πράγμασιν, ὡς ἂν γνωριμώτε‐ ρον εἴη τὸ ἀμυδρῶς πως παραδηλούμενον;

7

.

5

Θεσσαλονίκην γάρ, ὁποία τυγχάνει, τῷ λόγῳ διαγράψαι καθ’ ὅσον οἷόν τε κατ’ ἀρχὰς ὑποσχόμε‐ νοι, καὶ τίς οὖσα πρότερον εἰς τί κεχώρηκεν ὕστερον, τοῖς περὶ αὐτὴν ὥσπερ ὑποκλαπέντες, καὶ τοῖς ἔξωθεν, ὡς ἂν εἴποι τις, μέχρι τοῦδε
5σχολάσαντες διηγήμασι, κινδυνεύομεν βραδύνοντες τὴν τῶν καιρίων ἐξήγησιν.

7

.

6

χρεὼν οὖν ἐστι καὶ πάλιν πρὸς αὐτὴν ἐπανιέναι τῷ λόγῳ καὶ τὸ πρῶτον περὶ αὐτὴν καταμαθεῖν κάλλος, εἶθ’ οὕτω γε τοῦ πάθους ἐξειπεῖν ἐν ὑστέρῳ τὸ μέγεθος, ἵνα ὅσον φανείη τῶν ἄλλων πόλεων ἀσυγκρίτως ὑπερτερεύουσα, τοσοῦτον ἀξία κριθείη παρὰ πασῶν θρηνεῖ‐
5σθαι καὶ κατοικτίζεσθαι.

8

.

1

Εἴπομεν ὡς εὐρεῖά τίς ἐστι καὶ μεγάλη ἡ πόλις καὶ τῷ περιέχοντι πολὺν τὸν διὰ μέσου χῶρον ἐναποκλείσασα.

8

.

2

ἀλλ’ ὅσον μὲν τοῦ τείχους τὴν χέρσον ἀποσκοπεῖ, ἐρυμνότατόν τέ ἐστι καὶ τῷ πάχει τῆς οἰκοδομῆς κατωχυρωμένον, τῷ ἔξωθέν τε προτειχίσματι τὸ ἀσφαλὲς πάντοθεν συντηροῦν, προβόλοις καὶ ἐπάλξεσιν ἅπαν καταπεπυκνωμένον,
5καὶ μηδεμίαν ἀνάγκην φόβου τοῖς οἰκήτορσι παρεχόμενον.

8

.

3

τὸ δὲ πρὸς νότον αὐτοῦ χθαμαλόν τέ ἐστι παντελῶς καὶ πρὸς πόλεμον ἀπαράσκευον· οἶμαι γὰρ τῷ μηδεμίαν ὑφορᾶσθαι προσβολὴν βλάβης ἐκ τοῦ πρὸς θάλασσαν ὁ τεχνίτης πάλαι τῆς οἰκοδομῆς κατημέλησε.

8

.

4

φέρεται δέ τις
καὶ παλαιὸς λόγος μέχρις ἡμῶν φθάσας, ὡς ἀτείχιστος ἦν ἐξ ἐκείνου τοῦ μέρους ἡ πόλις χρόνους πολλούς, εἰ μὴ τῷ δέει ποτὲ τοῦ Μήδων Ξέρξου, πλωτὴν γῆν τεκτηναμένου καὶ κατὰ τῆς Ἑλλάδος στρατοπεδεύσαντος9
5καὶ πολλῶν νηῶν πληθὺν ἐπιφερομένου, ὁ τῶν Ῥωμαίων τὰ σκῆπτρα κατ’ ἐκείνους τοὺς καιροὺς ἰθύνων μικρόν τινα καὶ ὡς ἐκ τοῦ παρατυχόντος φραγμὸν τῷ τῇδε περιέθηκε μέρει.

8

.

5

ἀφ’ οὗ δὴ χρόνου καὶ μέχρι τοῦ δεῦρο τὸ αὐτὸ τοῦτο διαμεμένηκεν, οὐδέποτε τῆς ἐκεῖθεν βλάβης, ὡς ᾤετο, κἂν ἐν ὑπονοίᾳ τισὶν ἐσομένης.

8

.

6

εἰ γὰρ καὶ πολλοὺς πολλάκις ἀνέτλη πολέμους καὶ λίαν σφοδροτάτους ἡ πόλις, τούς τε ἐκ τῶν βαρβά‐ ρων καὶ αὐτῶν δὲ τῶν συνομορούντων Σκυθῶν, πᾶν εἶδος ἀμυντηρίων κατ’ αὐτῆς ἐπινοουμένων καὶ ψάμμου δίκην τῷ πλήθει τῆς στρατιᾶς
5εἰσρεόντων καὶ μηδὲν ὑποφέρειν τὴν ἀπειλὴν αὐτῶν φιλονεικούντων (καὶ γὰρ ὡς ἀληθῶς ἦσαν ἀκάθεκτοι ταῖς ὁρμαῖς καὶ ποικίλῃ τινὶ πανοπλίᾳ πεφραγμένοι),

8

.

7

ἀλλ’ ἦν ἄρα περίγειος ὥσπερ ἡ μάχη καὶ διέφευγε τὰς ἐπιβουλὰς τῷ ἀσφαλεῖ τοῦ τείχους τὴν ἔφοδον ὑπεκκλίνασα καὶ τῷ συνήθως αὐτῇ καὶ θερμῶς ὑπερμαχοῦντι, λέγω δὴ τῷ πανενδόξῳ μάρτυρι Δημητρίῳ, τὴν ἑαυτῆς σωτηρίαν καταπιστεύουσα.

8

.

8

ἐκ πολλῶν γὰρ αὐτὴν κινδύνων ὁ σωσίπατρις οὗτος ἐρρύσατο καὶ τὸ νικᾶν αὐτῇ καὶ μήπω τοῦ πολέμου πειραθείσῃ πολλάκις συμπαθῶς ἐδωρήσατο.

8

.

9

ἀλλὰ ταῦτα ταῖς τῶν θαυμάτων αὐτοῦ βίβλοις ἐξηγεῖσθαι παραχωρήσαντες τοῖς ἑξῆς ἡμεῖς τῶν ἤδη λεχθέντων προΐωμεν.

9

.

1

Ἦν οὖν ταῖς ῥηθείσαις αἰτίαις ἀνωτέρα κινδύνου παντὸς ἡ πόλις.

9

.

2

ἐξ ὅτου γὰρ ἡ κολυμβήθρα τοῦ θείου βαπτίσματος τὸ τῶν Σκυθῶν ἔθνος τῷ χριστωνύμῳ λαῷ συνεμόρφωσε καὶ τὸ τῆς εὐσεβείας γάλα κοινῶς ἀμφοτέροις διείλετο, πέπαυτο μὲν ἡ τῶν πολέμων στάσις, ἀνεῖτο δὲ τῆς ἐνεργείας ἡ τὰς σφαγὰς ἐπιτηδεύουσα μάχαιρα, καὶ τὰ προλεχθέντα
5τῷ μεγαλοφωνοτάτῳ τῶν προφητῶν Ἠσαΐᾳ ἐναργῶς ἐφ’ ἡμῖν ἐπληροῦτο·

9

.

3

αἱ μάχαιραι γὰρ ἡμῶν μετῆλθον εἰς δρέπανα καὶ αἱ ζιβύνες εἰς ἄροτρα, καὶ πόλεμος ἦν οὐδαμοῦ, καὶ τὴν περίχωρον ἅπασαν εἰρήνη κατεπρυ‐
τάνευε, καὶ οὐδεμία ἦν εὐζωΐας ἀφορμὴ ἧς οὐκ εἰς κόρον ἡμεῖς ἀπελαύομεν, ἔνθεν αἱ τῆς γεωργίας ἀφθονίαι, ἐκεῖθεν αἱ τῆς ἐμπορίας χορηγίαι.10

9

.

4

γῆ γὰρ καὶ θάλασσα λειτουργεῖν ἡμῖν ἐξ ἀρχῆς ταχθεῖσαι πλουσίαν καὶ ἀδάπανον τὴν περὶ ἕκαστον ἐδωροφόρουν. ὧν γὰρ ἦν ἐνδεῶς ἢ καὶ ἀνεπιτηδείως ἔχουσα πρὸς καρπογονίαν ἡ γῆ, τούτων παρ’ ἑαυτῆς ἡ
5θάλασσα τὴν κτῆσιν μηχανωμένη καὶ ταῖς ὁλκάσι συνεισκομίζουσα ἀνενδεὲς τὸ λεῖπον ἐδίδου τοῖς χρῄζουσι.

9

.

5

τί δὲ τῶν ἁπανταχόθεν ἐπιδημούντων εἴποιμι πρῶτον, καὶ μάλιστα οἷς ἐφιλοτιμοῦντο τοὺς πολί‐ τας ἡμᾶς, τὰ παρ’ ἑαυτῶν διδόντες καὶ τὰ παρ’ ἡμῶν ἀντιλαμβάνοντες;

9

.

6

λεωφόρου γὰρ δημοσίας τῆς πρὸς ἀνατολὴν ἀγούσης ἀπὸ τῆς δύσεως διὰ μέσου τῆσδε χωρούσης τῆς πόλεως καὶ ἀναγκαίως πειθούσης τοὺς παροδεύοντας πρὸς ἡμᾶς ἐνδιατρίβειν καὶ τὰ πρὸς τὴν χρείαν πορίζεσθαι, πᾶν ὁτιοῦν ἂν εἴποι τις τῶν καλῶν ἐξ αὐτῶν ἐκαρπούμεθά τε καὶ προσ‐
5εκτώμεθα.

9

.

7

ἔνθεν καὶ παμμιγής τις ὄχλος ἀεὶ περιεστοίχει τὰς ἀγυιὰς τῶν τε αὐτοχθόνων καὶ τῶν ἄλλως ἐπιξενουμένων, ὡς εὐχερέστερον εἶναι ψάμμον παράλιον ἐξαριθμεῖν ἢ τοὺς τὴν ἀγορὰν διοδεύοντας καὶ τῶν συναλλαγμάτων ποιουμένους τὴν μέθοδον.

9

.

8

ἐντεῦθεν χρυσίου καὶ ἀργυ‐ ρίου καὶ λίθων τιμίων παμπληθεῖς θησαυροὶ τοῖς πολλοῖς ἐγίνοντο, καὶ τὰ ἐκ Σηρῶν ὑφάσματα ὡς τὰ ἐξ ἐρίων τοῖς ἄλλοις ἐπινενόητο.

9

.

9

περὶ γὰρ τῶν ἄλλων ὑλῶν, χαλκοῦ καὶ σιδήρου κασσιτέρου τε καὶ μολύβδου καὶ ὑέλου, οἷς αἱ διὰ πυρὸς τέχναι τὸν βίον συνέχουσι, καὶ μνησθῆναι μόνον παρέλκον ἡγοῦμαι, τοσούτων ὄντων ὡς ἄλλην τινὰ δύνασθαι
5πόλιν δι’ αὐτῶν δομεῖσθαί τε καὶ ἀπαρτίζεσθαι.

10

.

1

Οὕτω δὲ πανταχόθεν εὐθηνουμένη καὶ πλεονάζουσα, ταῖς τεχνι‐ καῖς τε καλλυνομένη μεθόδοις καὶ ταῖς τῶν οἰκημάτων ὑπερηφανευομένη λαμπρότησιν, ἆρα ταῖς ἐκ νόμων παρατηρήσεσιν ἢ ταῖς περὶ τὸ πολί‐ τευμα τάξεσιν ἢ ταῖς περὶ λόγους αὐχήσεσιν ἐφαίνετο τῶν ἄλλων ἐνδεῶς
5ἔχουσα; οὐμενοῦν·

10

.

2

ἐσπουδάζετο γὰρ αὐτῇ γνῶσις ὡς ὀφθαλμοῖς βλέψις καὶ εὐνομία ὡς ζωῆς πραγματεία.

10

.

3

καὶ εἶδες ἂν περὶ μηδὲν ἄλλο τὴν νεάζουσαν τῶν παίδων κήραν σχολάζουσαν ἢ περὶ λόγους, ἐξ ὧν ἐπιστῆμαι καὶ τέχναι τὸ κράτος ἔχουσι.

10

.

4

τὰ δὲ περὶ τῆς ἁρμονίου μουσικῆς τῶν ᾀσμάτων, ἢ τῶν ᾀδόντων τὰ ψυχοτερπῆ μέλη καὶ τῶν τῷ θεῷ κεκληρωμένων σπουδάσματα πῶς τῷ λόγῳ σημανῶ;

10

.

5

πῶς δὲ τὴν τούτων διαγράψωμαι δήλωσιν; μέχρι γὰρ τοῦδε τοῦ διηγήματος
οὐκ οἶδ’ ὅπως τῇ ῥύμῃ τοῦ λόγου συναπαχθεὶς καὶ τῆς οἰκείας ὥσπερ ἰδιωτείας ἐπιλαθόμενος ἐπειρώμην μετρίως πως, καὶ ὡς οὐκ ἄν τις ἄλλος11
5τῶν λίαν ἀμαθῶν καὶ ἀγροίκων, τῶν παρὰ τῆς σῆς ἀρετῆς αἰτηθέντων τὴν δήλωσιν διαγράφεσθαι·

10

.

6

τὸ δ’ ἀπὸ τούτου, καὶ μάλισθ’ ὅτι τῆς εὐρύθμου τῶν ᾀσμάτων ἐμνήσθην ἡδυφωνίας, οὐκ οἶδα τίς γένωμαι ἢ ποῖ τῷ λόγῳ χωρήσω, ποῖον δὲ παραλείπω τῶν ἡδίστων ἐκείνων καὶ εὐτάκτων μελῳδημάτων, οἷς συνέψαλλον καὶ συνεόρταζον ἄνθρωποι ταῖς οὐρανίαις
5δυνάμεσιν.

10

.

7

εἰ γάρ τις τὴν μοῦσαν ἐκείνην, τὴν ἐκ παντὸς στόματος ὑφ’ ἓν τῷ θεῷ ἀναπεμπομένην τοὺς ὕμνους ἐν ταῖς πανδήμοις συνάξεσι, τῷ ἤχῳ τῶν ἑορταζόντων ἀγγέλων, ἔνθα εὐφραινομένων πάντων ἡ κατοικία, ἐξεικονίσαι θελήσειεν, οὐδὲν τοῦ δέοντος ἁμαρτήσεται.

11

.

1

Ναοὶ γάρ τινες παμμεγέθεις καὶ περικαλλεῖς τῇ ποικίλῃ διακο‐ σμήσει, διὰ μέσου προβεβλημένοι τῆς πόλεως ὥσπερ τινὰ κοινὰ πρὸς τὸ θεῖον ἐξιλαστήρια, καὶ τούτων μάλιστα ὁ τῆς παντουργοῦ καὶ θείας τοῦ ὑπερουσίου λόγου σοφίας οἶκος, καὶ ὁ τῆς ἀειπαρθένου πανάγνου καὶ
5θεομήτορος, ἀλλὰ μὴν καὶ ὁ τοῦ προλεχθέντος πανενδόξου καὶ καλλινίκου μάρτυρος Δημητρίου, ἔνθα τοὺς θείους ἄθλους διήνυσε καὶ τὸ βραβεῖον τῆς νίκης ἐδέξατο, οἱ καὶ τὸν ἅπαντα δῆμον ταῖς κατὰ περίοδον ἐπανιού‐ σαις τῶν ἑορτῶν ἡμέραις ἐν ἑαυτοῖς ἐκκλησιάζοντες, ἀνεκλάλητον εὐφροσύνην καὶ πνευματικὴν χαρμονὴν τοῖς συνιοῦσιν ἐβράβευον.

11

.

2

ἐκεκλήρωντο γὰρ ἐν ἑκάστῳ τούτων τάγματα ἱερέων, δι’ ὧν ἡ μυστικὴ τελεῖται λατρεία, καὶ ἀναγνωστῶν συστήματα, δι’ ὧν ἡ τῶν ᾀσμάτων σπουδάζεται ὑμνῳδία, ἀμοιβαδὸν τοὺς στίχους ἀλαλάζοντες, καὶ ταῖς χειρονομίαις τῶν μελῶν τὸν φθόγγον διατιθέντες, καὶ μεγάλην τινὰ καὶ
5ἀξιοθέατον χορείαν συνιστῶντες, τῷ τε εἴδει τῆς ἀστραπτούσης στολῆς τὰς τῶν ὁρώντων θέλγοντες ὄψεις, καὶ τῇ τεχνωμένῃ τῶν ψαλμῶν λύρᾳ τὴν ἀκοὴν κατατέρποντες.

11

.

3

τί γὰρ ἦν πρὸς τοῦτον τὸν ὕμνον ὁ μυθικὸς Ὀρφεὺς ἢ ἡ Ὁμηρικὴ μοῦσα ἢ τὰ τῶν Σειρήνων ληρήματα, τῷ ψεύδει τῶν πλασμάτων ἀναγραφόμενα, οἷς λόγος μὲν ἐπαίνων οὐδεὶς ἀληθής, φῆμαι δὲ ψευδεῖς τοὺς ἀνθρώπους πλανῶσαι καὶ πρὸς ἀπάτην
5ἀνδραποδίζουσαι.

11

.

4

μάτην οὖν ἐν τούτοις ἐψευδοκτύπησαν Ἕλληνες, τὴν ἀληθῆ γνῶσιν τῶν πραγμάτων ἀφῃρημένοι καὶ ταῖς κενολογίαις τῆς αὐτῶν δεισιδαιμονίας καθ’ ἑαυτῶν ὁπλισάμενοι.
12

11

.

5

ἡμῖν δὲ καὶ τὸ σεβαζόμενον ἦν ἀληθὲς καὶ αὐτὸ δὲ τὸ ὑμνούμενον.

12

.

1

Ἔνθα δή μοι καὶ θάμβος ἐπέρχεται καὶ φρίκη καὶ ἔκπληξις, ὅταν κατὰ νοῦν λάβω πῶς ὁ τοιοῦτος καὶ τοσοῦτος ὕμνος, ὁ μήπω τινὶ τῶν ἄλλων προφερομένων θυσιῶν τῷ μεγέθει ἐξομοιούμενος, ἀθρόον οὕτως ἐσίγησε καὶ εἰς οὐδὲν ἐλογίσθη καὶ ὡς ὄναρ ὑπανεχώρησε.

12

.

2

πλήν γε τοῦτο λογίζομαι, ὅτι ἐν ἁμαρτίαις ὄντες τὰ θεῖα κατὰ τὸν ψαλμῳδὸν ἐδιηγούμεθα δικαιώματα, καὶ τὸ μοχθηρὸν ἡμῶν τῶν τρόπων ἀδόκιμον τὸ περιφανὲς τοῦτο καὶ σεβάσμιον ἀπειργάσατο, ἀνάξιον κρίναντος τοῦ
5θεοῦ βεβήλοις καὶ ἐναγέσι χείλεσιν ὑμνεῖσθαί τε καὶ γεραίρεσθαι.

12

.

3

μέχρι γὰρ τίνος τὴν ἀληθῆ αἰτίαν τοῦ πάντα κίνδυνον ἐπενεχθῆναι ἡμῖν εἰς μέσον οὐ παριστῶμεν, ἵν’ ἔχωσι γνῶναι διὰ τοῦ καθ’ ἡμᾶς ὑποδείγματος οἱ μετέπει‐ τα ὅπως δεῖ λατρεύειν θεῷ ζῶντι καὶ ἀληθινῷ καὶ ἑαυτοὺς ὑπεράνω παντὸς
5ὀλέθρου διατηρεῖν, ἵνα μὴ τοῖς ὁμοίοις ἡμῶν τῆς κακίας ὑπολισθαίνοντες πλημμελήμασι τὴν θείαν ἀγανάκτησιν ἐφ’ ἑαυτοὺς ἐπισπῶνται.

12

.

4

οὐδὲ γὰρ ἄλλου τινὸς ἕνεκεν τῆς μεγάλης ἀπειλῆς ἐκείνης, ἧς καὶ μεμνημένος ἐξίσταμαι, διὰ πείρας γεγόναμεν, ἀλλ’ ἢ διὰ μοχθηρᾶς καὶ κακῆς προαιρέ‐ σεως,

12

.

5

εἴτε διὰ τὸ παρηλλαγμένον καὶ διάφορον τῆς τε πολιτείας καὶ τῶν ἠθῶν, τῶν συνεισρεόντων τῇ πόλει ἀνθρώπων ἐκ παντὸς ἔθνους καὶ τόπου ἄλλων ἄλλο τι συνεισφερόντων κακὸν καὶ τούτου τῷ πλησίον μεταδιδόντων

12

.

6

(καὶ γὰρ δι’ ἣν εἴπομεν ἄφθονον τῶν χρειῶν χορηγίαν οἱ τῶν πλησίον χωρῶν καὶ πόλεων ἄνθρωποι ἐν ταύτῃ τὴν οἴκησιν μετηλλάττοντο, καὶ μάλισθ’ ὅσοι ταῖς ἤδη προαλωθείσαις νήσοις ἐκ τῆς τῶν δυσωνύμων Ἀγαρηνῶν ἐπιδρομῆς ὑπελείφθησαν, ἐπὶ τήνδε προσ‐
5έφευγον, μηδεμίαν, ὡς ὑπελάμβανον, ἐν αὐτῇ πολεμίων φροντίδα τοῦ λοιποῦ ποιησόμενοι),

12

.

7

εἴτε δὲ πάλιν διὰ τὸ ἀνειμένον τῆς τρυφῆς καὶ ἀφρόντιστον καὶ πρὸς πᾶσαν ἡδονὴν ποικίλον τῆς χρείας καὶ ἐπιτήδειον ὥσπερ τινὰ λήθην πεπόνθαμεν τοῦ θεοῦ, μακράν τινα καὶ ἀδιεξόδευτον πλανώμενοι πλάνην, καὶ καθώς φησιν ὁ ἀπόστολος, ἕκαστος ταῖς ἰδίαις
5ἐπιθυμίαις ἐπορευόμεθα, ἀδεῶς κατὰ πάσης ἁμαρτίας χωροῦντες καὶ τῆς
πρὸς ἀρετὴν ἀγούσης μηδεμίαν ποιούμενοι ἐπιμέλειαν.13

13

.

1

Ποῖον γὰρ εἶδος κακίας, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐν ἡμῖν οὐκ ἐπράττετο; πορνεῖαι, μοιχεῖαι, ἀκαθαρσίαι, μίση, ψεύδη, κλοπαί, ἔριδες, φιλονεικίαι, λοιδορίαι, θυμοί, πλεονεξίαι, ἀδικίαι· καὶ ὁ ἀρχηγὸς τῶν κακῶν φθόνος κοινὸν ἐμμελέτημα καθ’ ἑκάστην καὶ ἀγοραῖον ἦν.

13

.

2

οὐ γὰρ ὅστις ἡμῶν τῷ πλησίον πράξει καλῶς διὰ σπουδῆς εἶχεν, ἀλλ’ ὅστις αὐτῷ τῶν ἀβουλήτων ἐπενεγκεῖν τι φρενοβλαβῶς ἐτεκταίνετο·

13

.

3

οὐδ’ ὅστις ἐκ τοῦ οἰκείου μεταδοῦναι τῷ χρῄζοντι τὸ συμπαθὲς πληρῶν ἐβεβούλητο, ἀλλ’ ὅστις ἐκ τοῦ ἀλλοτρίου τὸ οἰκεῖον πλεονάσαι πρὸς τὸν ὁμόφυλον διεμάχετο, κατ’ ἀλλήλων εἰρωνευόμενοι, ἀλλήλους πλήττοντες, ἀλλήλους
5ἐνδιαβάλλοντες, πᾶν ὁτιοῦν κακὸν ἐν ἑαυτοῖς ἐξευρίσκοντες, ὀρφανοὺς ἄγχοντες, ὁρίοις χηρῶν ἐπεμβαίνοντες, ἔχθρας συνάπτοντες, δόλους συρράπτοντες.

13

.

4

καὶ τί δὴ τὸ τέλος τούτων ἁπάντων; ὀκνῶ μὲν τὴν γλῶτταν τῷ μεγέθει τῶν πραγμάτων ἐπαφιέναι, καὶ οὐκ ἂν ἠνεσχόμην τῶν ἀλγεινῶν ἐκείνων ὧν ἤδη πεπόνθαμεν καὶ πάλιν ἐπιμνησθῆναι.

13

.

5

ἀλλ’ ἐπειδὴ τῶν τοιούτων διηγημάτων οὐκ ἔστιν ὅπως ὑπεκκλῖναι τὴν μνήμην, δι’ ὧν τῷ βίῳ καινόν τι καὶ φοβερὸν ὑπελείφθημεν ἄκουσμα, λέξων ἔρχομαι τοῦ κινδύνου τὸ μέγεθος, ἵν’ εἰδῇς καὶ αὐτὸς ὁποῖα τῆς ἁμαρτίας εἰσὶ τὰ ὀψώνια.

13

.

6

ἐν ὅσῳ γὰρ ἐτρυφῶμεν, ἐν ὅσῳ ἐσπατα‐ λῶμεν καὶ πᾶσιν ἀτόποις διεζῶμεν ἐπιτηδεύμασιν, ὅτε κατὰ τὸ ψαλμικῶς ᾀσθὲν πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, καὶ οὐκ ἦν ὁ ἐκζητῶν τὸν θεόν, τότε τῆς φοβερᾶς ἐκείνης ἐπειράθημεν ἀπειλῆς, μᾶλλον δὲ καταστρο‐
5φῆς, ἵν’ οἰκειότερον εἴπω, ἢ δικαίας ἀνταποδόσεως.

14

.

1

Καὶ σκόπει κἀνταῦθα τοῦ θεοῦ τὸ φιλάνθρωπον, τοῦ μὴ βουλο‐ μένου τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν.

14

.

2

εἰδὼς γὰρ τὸ ἀκάθεκτον καὶ μοχθηρὸν τῆς γνώμης ἡμῶν καὶ ὅτι ἐπι‐ μελῶς ἔγκειται ἡ διάνοια ἡμῶν ἐπὶ τὰ πονηρά, τί μηχανᾶται πρὸς τὸ τὴν ὁρμὴν ἐπισχεῖν τῆς κακίας καὶ ἐπιστροφῆς ἡμῖν ἐμβαλεῖν αἰτίας;

14

.

3

πρῶ‐ τον μὲν τὴν ἤδη λεχθεῖσαν γείτονα πόλιν, τὴν Βέρροιαν λέγω, ἐπι‐ κατασεισθῆναι πεποίηκε τοῖς περιοίκοις ὡς πολλοὺς τῶν ἐκεῖσε συλλη‐ φθέντων ἐξαναλῶσαι, τί διοικούμενος ἐκ τούτου;

14

.

4

ἵν’ ἡμεῖς πάντας τῶν ἑτέροις ἀπειλουμένων τὴν αἴσθησιν λαβόντες, τῶν ἰδίων κακῶν ἀποχὴν κἂν ὀψὲ γοῦν ποιησώμεθα καὶ πρὸς ἀρετὴν τὰς πράξεις ἰθύνωμεν.
14

14

.

5

εἶτα ἐπειδὴ τούτου γενομένου οὐκ ἐνεδώκαμεν τῆς κρατούσης ἐν ἡμῖν παλαιᾶς συνηθείας, ἐφ’ ἕτερον εἶδος μηχανῆς μεταβαίνει, τὴν καὶ ἡμῖν αὐτοῖς ἔσεσθαι μέλλουσαν ἀμεταμέλητα πράττουσι συμφορὰν ἐν ἄλλοις προϋπο‐
5δείξας.

14

.

6

Δημητριὰς γὰρ οὕτω καλουμένη τῆς Ἑλλάδος ἑτέρα πόλις, οὐ μακρὰν ἡμῶν ἀπῳκισμένη, πολλῷ πλήθει τῶν οἰκητόρων καὶ τοῖς ἄλλοις οἷς μέγα καυχῶνται πόλεις τῶν ἔγγιστα ὑπεραιρομένη, οὐ πρὸ πολλοῦ τῆς ἡμῶν ἁλώσεως ἔργον ἐγένετο τῶν βαρβάρων.

14

.

7

πολιορκηθεῖσα γὰρ ὡς μικροῦ δεῖν πάντας τῶν ὑπ’ αὐτὴν ἐν μαχαίρᾳ πεσεῖν, οὐδὲν ἕτερον παρεῖχε νοεῖν ἢ τοῖς κακοῖς ἡμᾶς ἐπιμένοντας τὴν ὁμοίαν πεῖραν τῶν πραγμάτων ἐκδέχεσθαι καὶ καθάπερ εἰς ἔμψυχον στήλην ἐν αὐτῇ τὰ
5κεχρεωστημένα ἡμῖν ἀναγινώσκειν παθήματα.

15

.

1

Ἀλλὰ μηδεὶς ἀποφαινόμενόν με οἰέσθω ταῦτα λέγοντα ὅτι δι’ ἡμᾶς αἱ πόλεις αὗται τῶν φοβερῶν τὴν πεῖραν ἐδέξαντο. ὠφείλετο γὰρ αὐταῖς, ὡς οἶμαι, καὶ δι’ οἰκείαν μοχθηρίαν ὁ κίνδυνος, ὡς καὶ ἡμῖν μετ’ ἐκείνας, ἀξίας τῶν ἡμαρτημένων ἑκάστῳ τὰς τιμωρίας ἐπάγοντος τοῦ
5θεοῦ.

15

.

2

ἀλλ’ ἐν τούτοις καὶ ἡμᾶς οὐ τὴν τυχοῦσαν ἀφορμὴν τῆς ἐπὶ τὸ κρεῖττον ἐπιστροφῆς καὶ σωτηρίας εὔκολον ἦν ἐξευρεῖν, τὴν ἐκείνων καταστροφὴν οἰκείαν ἀσφάλειαν ποιουμένους.

15

.

3

ὅμως ἐπειδὴ τὸν νοῦν ἡμῶν εἶδεν ὁ τὰς καρδίας ἐρευνῶν πάσῃ σπουδῇ τῆς ἐπ’ ἀπωλείᾳ ἀγούσης ἐχόμενον, μηδεμίαν δὲ τῶν σωτηρίων ἐντολῶν καὶ παιδευτικῶν ἐνεργειῶν ὑπολειφθεῖσαν, ἐξ ὧν αἰσθητικὴ καὶ νήφουσα ψυχὴ τὸ καλὸν μετα‐
5μανθάνει, διαφεύγουσα τῶν χειρόνων τὰς πράξεις, δι’ ἃς ἐπέρχεται ἡ ὀργὴ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας, ὥς φησιν ὁ ἀπόστολος, ἔδει δὲ τὴν κακίαν ἐκτριβῆναι, ἵνα μὴ τῇ ἐπὶ πλεῖον προόδῳ καὶ ἑτέρους λυμαίνοιτο,

15

.

4

διὰ τοῦτο ἀφῆκεν ἡμῖν ἐπενεχθῆναι τὴν φοβερὰν ἐκείνην καὶ φρικώδη πληγήν, ἵν’ ὅπερ ἄλλων πασχόντων ἡμεῖς οὐκ ἐδιδασκόμεθα, τοῦτο ἡμεῖς παθόντες ἄλλοις ὑπόδειγμα ποιησώμεθα.

16

.

1

Ἀλλὰ τί δεῖ μακρολογεῖν; καιρὸς γὰρ ἤδη τῶν καιρίων διηγη‐
μάτων ἐφάψασθαι, καὶ ὅπως τὴν ὀδυνηρὰν ἐκείνην πολιορκίαν ὑπέστημεν παραστῆσαι τῷ λόγῳ, ὡς εἶναι τοῖς μετέπειτα νουθεσίας ὑπόθεσιν καὶ ἐναργοῦς διδασκαλίας παραίνεσιν.15

16

.

2

ἐν τούτοις γὰρ ὄντων ἡμῶν ἧκέ τις ταχυδρόμος ἄγγελος ἀπὸ τοῦ κρατοῦντος τὰ τῶν Ῥωμαίων σκῆπτρα, Λέοντος τοῦ φιλευσεβοῦς ἄνακτος, τὴν ἔφοδον τῶν βαρβάρων, λέγω δὴ τῶν δυσωνύμων Ἀγαρηνῶν, καταμηνύων καὶ ὡς τάχος ὁπλίζεσθαι καὶ
5πρὸς τὴν μάχην ἡμᾶς συσκευάζεσθαι, πρόσφυγάς τινας ἀπ’ αὐτῶν ἐκείνων τῶν βαρβάρων ἀφῖχθαι λέγων, καὶ τὴν βουλὴν αὐτῶν, ἥτις ἐστί, προ‐ ειπόντας τῷ βασιλεῖ, καὶ ὅτι πᾶσαν τὴν ὁρμὴν ἐπὶ τήνδε πεποίηνται, ὑπὸ πολλῶν ἤδη τῶν ὑπ’ αὐτῶν προχειρωθέντων βεβαιωθέντες ὡς ἀτείχιστός ἐστιν ἐκ τοῦ πρὸς θάλασσαν μέρους καὶ ταῖς ἀπὸ τῶν νηῶν μάχαις
10εὐεπιχείρητος.

16

.

3

ταύτης οὖν ἀγγελθείσης τῆς πονηρᾶς ἀγγελίας, θροῦς μὲν ἐγένετο κατὰ πᾶσαν τὴν πόλιν καὶ φόβος καὶ τάραχος, ἀσυνήθους πράγματος καὶ φοβεροῦ ταῖς ἀκοαῖς ἡμῶν ἐν ἀρχαῖς προσπεσόντος, ἐβουλευσάμεθα δ’ ὅμως τὴν οἰκείαν περιποιήσασθαι σωτηρίαν, καὶ ὅσα
5πρὸς τὴν τῶν ἐναντίων ἄμυναν καταρτίζειν, καὶ πρὸς τὸν κατ’ αὐτῶν πόλεμον διεγείρεσθαι.

16

.

4

πλὴν ἔκαμνε μὲν ὁ λογισμὸς ἑκάστου καὶ ταῖς ἄλλαις μερίμναις τῆς ἀπειρίας τοῦ μάχεσθαι, μήπω τοῦ πράγματος ὢν ἐν πείρᾳ, μηδ’ ὅπως τὴν ἀρχὴν λαμβάνει δεδιδαγμένος·

16

.

5

πλέον δὲ τὸ μὴ ἐπιτήδειον εἶναι τὸ τεῖχος ἔνθα καὶ τὴν προσβολὴν ἐσκοποῦμεν, τὰς ἁπάντων ψυχὰς κατεβύθιζε.

16

.

6

καὶ γὰρ ἦν ὡς ἀληθῶς ὕποπτον, οὐ μόνον τοῖς ἀπειροπολέμοις καὶ ἀόπλοις ἡμῖν, ἀλλ’ ἤδη καὶ αὐτοῖς τοῖς γεγυ‐ μνασμένοις καὶ προαποκειμένας ἔχουσι τὰς τῶν τοιούτων πραγμάτων αἰτίας.

17

.

1

Ἐβουλευσάμεθα δ’ οὖν, εἴ τι καὶ δέοι πράττειν, ἐν αὐτῷ πράττειν τῷ τείχει καὶ πρώτης ἔχεσθαι τῆς αὐτοῦ ἀσφαλείας καὶ πρὸς τὸ κρεῖττον μεταποιήσεως.

17

.

2

οὐ συνεβούλευε δ’ ἡμῖν τοῦτο τέως ὁ ταύτην ἡμῖν τὴν ἀγγελίαν πρὸς τοῦ βασιλέως κομίσας (Πετρωνᾶς δὲ οὗτος ἐκαλεῖτο, τῷ καταλόγῳ τῶν πρωτοσπαθαρίων ἐναριθμούμενος, ὃς ἦν ἐπιτετραμμένος ἐγχρονίσαι μικρὸν τῇ πόλει καί τινος αὐτῇ μεταδοῦναι βοηθείας καὶ
5δεούσης ἐν τοῖς πράγμασι συνεργείας), ἄλλην δέ τινα σοφωτάτην ἔλεγεν ἐξευρεῖν ἐπίνοιαν, ὡς λίαν ἐνεργῆ καὶ σωτήριον, εἰ μὴ καὶ ταύτης αἱ προοδοποιοῦσαι τὴν καθ’ ἡμῶν ἀπώλειαν ἁμαρτίαι ἀναίρεσιν καθυπέ‐ βαλον.

17

.

3

ἐλλόγιμος γὰρ ὢν ὁ ἀνὴρ καὶ πολλὴν πραγμάτων ἐσχηκὼς
πεῖραν, καθ’ ἑαυτὸν συνιδὼν ὡς εἰ θελήσοι τοῦ τείχους τῆς οἰκοδομῆς ἐπιμεληθῆναι, καὶ κόπους παρέξει τῇ πόλει καὶ πλέον οὐδὲν τῶν πρὸ αὐτοῦ περὶ τούτου φροντισάντων ὀνήσειεν, ἐφ’ ἕτερον εἶδος ἀσφαλείας16
5(καὶ σκόπει πῶς εὐφυὲς καὶ ἁρμόδιον) τὸν νοῦν μετηγάγετο.

17

.

4

εἰδὼς γὰρ ὡς ἅπαν περικλύζεται τὸ κατὰ νότον μέρος τῆς πόλεως ἀπὸ τῶν θαλασσίων ὑδάτων, ἐκεῖθεν δὲ προσπίπτοντος τοῦ πολέμου εὐχερῶς ἔχειν τοὺς βαρβάρους πᾶν ὁτιοῦν βούλοιντ’ ἂν ἐν αὐτῷ διαπράξασθαι,
5μηδενὸς κωλύοντος αὐτοὺς ὑπεράνω τῆς οἰκοδομῆς γενέσθαι τοῦ τείχους διὰ τὸ πρόσγειον καὶ χθαμαλωτάτην εἶναι τάς τε νῆας μᾶλλον ὑπερανέχειν ἐκ τοῦ κατὰ πρύμναν μέρους, καὶ ἀπὸ μετεώρου δύνασθαι τοὺς ἐν ταῖς ἐπάλξεσιν ὄντας κατατιτρώσκειν,

17

.

5

ἐβουλεύσατο φραγμόν τινα καὶ τετεχνημένην ἐνέδραν ἐν αὐτοῖς ἐγκρύψαι τοῖς ὕδασιν, ὡς ἂν καὶ τῇ πόλει τὸ ἀσφαλὲς καὶ τοῖς ἐχθροῖς ἐμπόδιον κατ’ αὐτὸ γένηται.

17

.

6

πολλοὶ γὰρ ἦσαν ἐκ μονολίθου γεγλυμμένοι τύμβοι κατά τε τὸ πρὸς ἀνατολὴν καὶ δύσιν μέρος τῆς πόλεως, ἐν οἷς πάλαι τοὺς ἑαυτῶν νεκροὺς οἱ τήνδε κατοικοῦντες ἐνεταφίαζον Ἕλληνες·

17

.

7

οὓς καὶ συνάγων καί τινι παραδό‐ ξῳ μεθόδῳ, ἣν αὐτὸς μόνος ἐξεῦρε, τῇ θαλάσσῃ βυθίζων, καὶ ὡς ἀπὸ μικροῦ τινος διαστήματος στοιχηδὸν τούτους τοῖς ὕδασιν ὑποκρύβων, θαλάσσιόν τε καὶ ξένον ἔρυμα καὶ τοῦ πρὸς ὕψος τῇ χέρσῳ προβεβλημένου τείχους
5ὀχυρώτερόν τε καὶ ἀσφαλέστερον τῇ ἀληθείᾳ κατετεχνάζετο.

17

.

8

καὶ δὴ καὶ εἰς ἔργον ἂν ἐξέβη πᾶσαν ἀσφάλειαν τῇ πόλει περιποιούμενον, ὡς μηδὲ δύνασθαι τὰς νῆας πλησιάσαι τὸ παράπαν καὶ τῆς ἑαυτῶν μεταδοῦναι βλάβης, εἰ μὴ καὶ τοῦτο διὰ τὴν μοχθηρίαν ἡμῶν ἐκωλύθη
5καὶ εἰς οὐδὲν προεχώρησεν.

18

.

1

Ἤδη γὰρ περὶ τὰ μέσα που τοῦ κινδυνώδους τόπου πεφθακότος τοῦ τοιούτου διαποντίου φραγμοῦ καὶ πᾶσαν ἡμῶν ὑπόνοιαν ἐπίφοβον καὶ πονηρὰν ὑποτέμνοντος, ἧκέ τις ἕτερος, καὶ αὐτὸς πρὸς τοῦ βασιλέως πεμφθείς, τὸν εἰς τοῦτο ταχθέντα Πετρωνᾶν σπουδαίως μεταπεμπόμενος
5καὶ τὴν φροντίδα πᾶσαν τῆς πόλεως εἰς ἑαυτὸν μετατιθείς·

18

.

2

Λέων δὲ οὗτος ἐκαλεῖτο, πάσης τῆς περιχώρου προχειρισθεὶς στρατηγὸς καὶ πᾶσαν ἐπιμέλειαν τῶν πρὸς τὴν μάχην εὐτρεπιζομένων πραγμάτων ἀναδεξάμενος.

18

.

3

ᾧ καὶ ἔδοξε τὴν τοῦ ἔργου τούτου σχολάσαι τέως φροντίδα καὶ τοῦ τείχους τὴν οἰκοδομὴν ἐξανύεσθαι.

18

.

4

ἅμα γὰρ ἧκε, καὶ μεθίστησιν εὐθὺς τὸν δῆμον ἅπαντα τὸν εἰς τοῦτο τεταγμένον πρὸς τὸ τὰς χρειώδεις ὕλας τοῖς τεχνίταις ἐπικομίζειν, ὡς ἂν τῇ πολυχειρίᾳ
τυχὸν καὶ τῇ τῶν δεόντων δαψιλεῖ χορηγίᾳ τὸ σπουδαζόμενον εἰς17
5ἔργον ἄγοιτο. ἤδη μὲν οὖν πάλιν τὰ τῆς οἰκοδομῆς ἦν ἐνεργῆ.

18

.

5

ἀλλ’ ὅσον ἐδόκει τὸ πρὸς ὕψος ἐγειρόμενον τοῦ τείχους τὴν τῶν ἐναντίων ἀπείργειν κακόνοιαν, τοσοῦτον ἐφαίνετο τὸ λεῖπον τοῖς πολίταις ἡμῖν παντὸς κινδύνου καθυπεμφαῖνον ὑπόνοιαν.

18

.

6

οὔτε γὰρ ἅπαν διορ‐ θωθῆναι δυνατῶς εἶχε πολλῷ μήκει διατεινόμενον πρὸς τὸ μηκέτι τὴν ἐξ αὐτοῦ συμφορὰν ἡμᾶς ὑποπτεύειν, καὶ ὁ χρόνος τὴν τῶν πολεμίων ἔφοδον ἐφεστάναι προεμαρτύρατο μήπω τοῦ μέσου χώρου τῆς οἰκο‐
5δομῆς ἁψαμένης, ἐξ οὗ καὶ τὴν βλάβην ὑποπτευόμεθα.

18

.

7

ἀγγελίαι γὰρ τῶν προτέρων φοβερώτεραι καὶ συχνότεραι τὰς ἁπάντων ἡμῶν ἀκοὰς περιεθρύλλουν, καὶ τοὺς βαρβάρους ἐγγίζειν ἤδη τὸ πλεῖστον τοῦ πλοὸς διανύσαντας.

18

.

8

οὐκ ἦν γὰρ ὅπου καὶ πρὸς μικρὸν αὐτοὺς ἐμβραδῦναι, διὰ τὸ τὰς πλείονας νήσους ὑπ’ αὐτῶν προεκπορθηθῆναι, καὶ τὰς πρὸς θάλασσαν ἐχούσας πόλεις τὴν οἴκησιν τῇ καταπλήξει μόνῃ τῆς ἀκοῆς αὐτῶν πρὸς φυγὴν ἐκτραπῆναι, καὶ μηδὲν ὑπάρχειν
5ὃ τὴν ὁρμὴν αὐτῶν ἢ τὴν τῶν ὅπλων συνέχειαν ἐξαρκεῖν ὑπομεῖναι.

18

.

9

τέτταρας γὰρ ὁμοῦ καὶ πεντήκοντα τὰς βαρβαρικὰς εἶναι προέλεγον νῆας, οὐδὲν ἧττον πόλεως ἑκάστης αὐτῶν τῷ μεγέθει καὶ ταῖς ἄλλαις κατασκευαῖς τυγχανούσης, ἐν αἷς ἦν παμμιγής τις ὄχλος ἀπονενοημένων καὶ μανιωδῶν, τῶν τε τὴν Συρίαν οἰκούντων Ἰσμαηλιτῶν καὶ τῶν
5ὁμορούντων Αἰγυπτίοις Αἰθιόπων, πάντων αἱμοβόρων καὶ θηριογνω‐ μόνων ἀνθρώπων, πολλὴν τὴν ἐν τοῖς φόνοις ἐπιστήμην ἐξησκημένων καὶ ταῖς λῃστρικαῖς ἐπινοίαις τὰς σφαγὰς ἐμμελετησάντων, ὡς μὴ δύ‐ νασθαί τινα κἂν ἀκοῇ τὴν τούτων ἐκδέξασθαι πεῖραν, ἀλλὰ σπεύδειν ἕκαστον ὑποχωρεῖν τῆς ἐνεγκαμένης, κρεῖττον ἡγούμενον τὴν μετὰ
10θηρῶν ἀγρίων ἐν τοῖς ὄρεσιν οἴκησιν ἢ τὸ ὑπ’ αὐτῶν ληφθῆναι καὶ πολυώδυνον ἀπενέγκασθαι θάνατον.

19

.

1

Πλὴν ἐν τούτοις τούτων ἐχόντων πάλιν φοβερώτερός τις τῶν ἤδη λεχθέντων ἐλήλυθεν ἄγγελος, τῶν βαρβάρων τὴν ἔφοδον πλησι‐ έστερον οὖσαν ἅπασι προδηλῶν.

19

.

2

Νικήτας δὲ οὗτος ἐκαλεῖτο, στρα‐ τηγὸς τὴν ἀξίαν καὶ τὴν ἐν τοῖς βουλεύμασιν εὐταξίαν.

19

.

3

οὗτος ἐλθὼν συνεπαμῦναι τῇ πόλει κατηγγυᾶτο (εἰς τοῦτο γὰρ ἔλεγεν ἀφῖχθαι), καὶ εἴ τι δέοι πράττειν, ἑτοίμως ἔχειν καθυπετίθετο.

19

.

4

πλὴν ὅτι συνέβη τι καὶ τοιοῦτον γενέσθαι μεταξὺ τῆς προσδοκίας τῶν πολεμίων ἐξ ἐπινοίας τοῦ σκανδαλουργοῦ καὶ πονηροτάτου δαίμονος.
18

19

.

5

ὁ γὰρ ἤδη λεχθεὶς στρατηγὸς τούτῳ δὴ τῷ νεωστὶ παραγενομένῳ Νικήτᾳ αὐτοῦ που περὶ τὴν οἰκοδομὴν τοῦ τείχους κατ’ ἀρχὰς ἐντυχὼν ἵππῳ ἐφεζόμενος, ὡς τὴν συνήθη πρὸς τὸν φίλον ἔδοξεν ἐκπληρῶσαι τῷ ἀσπα‐
5σμῷ προσηγορίαν, καὶ αὐτὸν ἵππῳ ἐγκαθεζόμενον, τοῦ ῥυτῆρος ἀμε‐ λήσας δεινόν τι πέπονθε πρᾶγμα καὶ πολλῶν δακρύων ἐπάξιον.

19

.

6

ἐκτα‐ ραχθέντες οἱ ἵπποι, καὶ πλέον οὗτος ἐφ’ ὃν ὁ στρατηγὸς κεκαθίκει, τῇ φυσικῇ μανίᾳ πληγεὶς τόν τε αὐχένα σιμώσας καὶ τὴν κόμην φρίξας, ὄρ‐ θιον ἀρθεὶς τῆς ἕδρας αὐτὸν ἀπεβάλετο, καὶ ἐκ τοῦ πρὸς οὐρὰν κυβι‐
5στήσας καὶ πρὸς τοὔδαφος ῥιφεὶς τὸν δεξιόν τε μηρὸν καὶ τὰ πρὸς τὴν κοτύλην μέλη θλασθεὶς ἐλεεινὸς ἦν καὶ αὐτῆς τῆς ζωῆς ἀπειπών·

19

.

7

ὃν οἱ τῆς στρατιωτικῆς τάξεως δορυφόροι παραχρῆμα ταῖς χερσὶν ἀνελό‐ μενοι ἀπῆγον οἴκαδε, μηδὲν ὡς εἰκὸς περὶ τῶν προκειμένων πραγμάτων τοῦ λοιποῦ φροντιούμενον.

19

.

8

ἔκειτο δὴ οὖν ὁ ἀνὴρ ὀδύναις ἀφορήτοις βληθείς, οὐκ ἔχων ᾧτινι πρῶτον τὸν νοῦν ἐπαφήσει.

19

.

9

εἷλκε μὲν γὰρ αὐτὸν ἡ φροντὶς τοῦ προσδοκωμένου κινδύνου, πῶς καὶ τίνα τρόπον περισώσει τὴν πόλιν ἐκ τῆς ἐπιδρομῆς τῶν βαρβάρων·

19

.

10

ἀνθεῖλκε δὲ τοῦτον πρὸς ἑαυτὸν πλέον ἡ δριμεῖα ὀδύνη καὶ τὸ θάνατον ἀπειλεῖν τῶν πληγέντων μελῶν τὸ πάθος, καὶ ἀνέπειθε μηδὲν ἕτερον προτιμᾶν τῆς ἑαυτοῦ σωτηρίας.

19

.

11

καὶ οὕτως ἐν μεθορίῳ δύο χαλεπῶν κείμενος καὶ ἐξ ἑκατέρου νικώμενος πρὸς πᾶσαν ἐνέργειαν ἦν τῶν δεόντων ἀνε‐ πιτήδειος.

19

.

12

πλὴν διὰ τὸ κατεπεῖγον τοῦ καιροῦ πύργους τινὰς ξυλο‐ συνθέτους τῷ διερρυηκότι μέρει τοῦ τείχους ἡμεῖς δομησάμενοί τε καὶ προσ‐ πελάσαντες ὀλίγην τινὰ παρέσχομεν ἑαυτοῖς χρηστῆς ἐλπίδος ἀνα‐ ψυχήν, ὡς δῆθεν ἀφ’ ὕψους τοὺς ἀπὸ τῆς θαλάσσης ἐρχομένους ἀπείρ‐
5γειν καὶ μὴ παραχωρεῖν αὐτοῖς πλησίον ἰέναι τοῦ τείχους καὶ τὰς κακοβουλίας αὐτῶν ἐνεργεῖν.

19

.

13

ταῦτα δὲ σπευδόντων ἦν ἐφευρέ‐ ματα, τῆς ἀνάγκης τοῦ φόβου τὰς ἐπινοίας τῶν ματαίων ὑποβαλούσης, εἰ καὶ ὅτι, καθώς τις ἔφη σοφός, εὐμήχανόν ἐστιν ἅπαν τὸ πιεζόμενον.

19

.

14

οὐκ ἦν γὰρ ὅστις ἐν ἡμῖν βεβαίως κατὰ τοῦ μέλλοντος σκέψεται ἢ τῆς τῶν ἐλπιζομένων ἐκβάσεως.

20

.

1

Ὅμως ἐπειδὴ τοῦ στρατηγοῦ πληγέντος ἡ περὶ ἡμῶν ἅπασα φροντὶς εἰς τὸν ῥηθέντα μετῄει Νικήταν, ἤρχετο καὶ αὐτὸς τὰ παρ’
ἑαυτοῦ τὸ κατὰ δύναμιν ἐπιδείκνυσθαι, ἔλεγε δὲ καὶ τῶν πλησιοχώρων Σκλαβήνων, τῶν τε ὑφ’ ἡμᾶς τελούντων καὶ τῶν ὑπὸ τὸν στρατηγὸν19
5Στρυμόνος, πλῆθος πολὺ προστετάχθαι συνελάσαι τῇ πόλει, τῆς τοξι‐ κῆς ἐμπείρων, ὡς ἂν μηδ’ ἡμεῖς τυχὸν εὑρεθῶμεν τῆς τῶν ἐναντίων ἐν‐ δέοντες πανοπλίας, ἀλλ’ ἔχωμεν οἷς τὴν πρώτην αὐτῶν ἀποκρουσό‐ μεθα προσβολήν.

20

.

2

ὃ καὶ εἰς ἔργον ἄγειν προεθυμεῖτο·

20

.

3

ἐπιστολὰς γὰρ χαράξας διὰ πάσης ἐξέπεμψε τῆς περιχώρου, ἥκειν τὸ τάχος πρὸς ἡμᾶς τοὺς ἀμφὶ τοὺς Σκλαβήνους κατεπισπεύδων, ἕκαστον αὐτῶν ὡς οἷόν τε ἦν ὁπλισάμενον.

20

.

4

ἐξ οὗ δὴ καὶ συνέρρεον ὀλίγοι μέν τινες ἀφελεῖς, οὐχ ὅσοι δὲ τὴν χρείαν ἐπλήρουν, ἀλλὰ καὶ λίαν εὐαρίθμητοι καὶ πρὸς τὴν μάχην παντελῶς ἀπαράσκευοι.

20

.

5

τοῦτο δὲ συνέβαινεν ἐκ τοῦ σκαιούς τινας εἶναι καὶ πονηροτάτους τοὺς ἐμπεπιστευμένους αὐτοὺς ἄρχοντας, τὸ οἰκεῖον μᾶλλον συμφέρον ἤπερ τὸ τοῦ κοινοῦ σκοποῦντας καὶ τῷ πλησίον ἐξ ἔθους ὄντας ἐπιβουλεύεσθαι δωρολη‐
5ψίαις τε ἐπιμαινομένους καὶ μηδὲν ἄλλο προτιμᾶν τῆς τούτου ἐμμελε‐ τήσαντας κτήσεως.

20

.

6

καὶ δὶς γὰρ καὶ τρὶς καὶ πολλάκις διὰ γραμμά‐ των ἐκφοβεῖν πειρωμένου τοῦ προλεχθέντος Νικήτα τὸν στρατηγὸν Στρυμόνος καὶ τῆς βραδυτῆτος αὐτὸν καταιτιωμένου, καὶ ὡς εἴ τι πάθοι κινδύνου παρόντος ἡ πόλις, αὐτῷ μόνῳ τὴν αἰτίαν ἐπὶ τοῦ κρα‐
5τοῦντος καταψηφίσεται,

20

.

7

οὐδὲν ἧττον ἢ πρότερον εἶχε τῆς συνήθους ἐκεῖνος κακοβουλίας ἐχόμενος· πρῶτον μὲν τοῦ θείου ἔπειτα δὲ τοῦ ἀνθρωπίνου φόβου ὑπεριδὼν καὶ τὴν ἀπώλειαν τῆς τοσαύτης πόλεως εἰς μηδὲν θέμενος οὔτε αὐτὸν δι’ ἑαυτοῦ οὔτε τινὰ τῶν ὑπ’ αὐτὸν ὄντων
5ἐλθεῖν καὶ συνεπαμῦναι τοσαύτῃ συμφορᾷ περιστοιχηθεῖσιν ἡμῖν ἐβου‐ λεύσατο, ἀλλὰ τῇ προσδοκίᾳ τοῦ ἀεὶ παρεῖναι μέχρι τῆς ἐσχάτης ἡμέρας τοῦ πολέμου πάντας ἡμᾶς ἀποπλανήσας, ἔλαθε συμπεράνας τὴν καθ’ ἡμῶν ἐπιβουλὴν καὶ τῷ ὀλέθρῳ μέγα καὶ κομψὸν ἐγγελάσας, ᾧ συνεσχέθημεν.

21

.

1

Οὕτω δὲ τῆς ἀπὸ τῶν συμμάχων Σκλαβήνων ἀποβουκολη‐ θέντες ἐλπίδος, καίτοι οὐδ’ ἡμεῖς ὄντες εὐαρίθμητοι, ἀλλὰ πολλῷ πλήθει τὴν χρείαν ἀποπληροῦντες καὶ λίαν τὴν τῶν βαρβάρων καθυπερβαί‐ νοντες στρατιάν, ὅμως τὸ μηδεμίαν πεῖραν πολέμου ἐνυπάρχειν ἡμῖν
5μηδὲ προαποκειμένην ἔχειν τὴν περὶ τούτου μελέτην φοβεράν τινα καὶ ἐκπλήξεως γέμουσαν τὴν ἔφοδον αὐτῶν ἐνεποίει.

21

.

2

ἄλλως τε καὶ τὸ
μηδὲν φθάσαι πρὸς τὴν τούτου ἐξευρεῖν ἄμυναν πονηρὸν ἡμῖν κατεφαί‐ νετο.20

21

.

3

καὶ φυγῇ μὲν χρήσασθαι τέως φορτικὸν ἦν· ἔμελλε γὰρ ἡμῶν ἐκτραπέντων [τε] πόλις τε ἁλωθῆναι καὶ τῶν προλεχθέντων σεβασμίων οἴκων ὅ τε διὰ χρυσοῦ καὶ ἀργύρου καὶ λοιπῆς χρειώδους ὕλης ἀφαι‐ ρεθῆναι κόσμος ἢ καὶ αὐτοὶ οἱ πανευαγεῖς οἶκοι πυρίκαυστοι γενέσθαι.

21

.

4

ἅμα δὲ καὶ τὴν τῶν βαρβάρων ὑπεκκλίνοντες βλάβην, οὐκ εἴχομεν ὅπως τὴν καθ’ ἡμῶν τοῦ κρατοῦντος ἀγανάκτησιν διαθώμεθα.

21

.

5

ἀλλὰ ταῦτα μὲν ἦν ἀνεκτὰ καὶ πάσης σωτηρίας ἐχόμενα, εἰ καὶ ὅτι πρὸς μνείαν μόνον ἐλθεῖν τῶν τοιούτων μήπω τοῦ κακοῦ τὴν πεῖραν ἐσχηκόσι παντὸς θανάτου χαλεπώτερα·

21

.

6

τοῖς τοσούτου πράγματος χωρεῖν δῆ‐ μον, μηδὲν ἄλλο προεθισθέντα πλὴν τὸ ἁβρὸν μεταδιώκειν καὶ τρυ‐ φηλὸν βίον καὶ πολεμικοῖς ἀγῶσι μήπω προγυμνασθέντα, ἔκστασιν ἡμῖν ἐνεποίει καὶ φρίκην.

22

.

1

Πλὴν ὅτι τοῖς λογισμοῖς θατέρου τούτων παλαίοντες, οὕτω τὰς ἐφεξῆς ἡμέρας διετελοῦμεν.

22

.

2

καὶ ὃ μόνον τοῖς ἀποροῦσιν ὑπολεί‐ πεται, τοῦτο καὶ ἡμεῖς ἐσπουδάζομεν ἤδη, τοὺς ἀφάτους τῆς θείας συμ‐ παθείας οἰκτιρμοὺς καὶ τὰς τῶν ἁγίων πρεσβείας ἐπικαλούμενοι.

22

.

3

κατ‐ ειληφότες γὰρ τὸν προλεχθέντα πανευπρεπέστατον οἶκον τοῦ πανεν‐ δόξου μάρτυρος Δημητρίου, ὅσοι τε τὴν πόλιν οἰκοῦμεν καὶ ὅσοι ἐξ ἀλλοδαπῆς ἦσαν ἐπήλυδες, ἀξία πᾶσα καὶ ἡλικία, καὶ θρηνώδεις χο‐
5ροὺς συστησάμενοι ἐπεβοῶμεν τῷ μάρτυρι προστάτην ἡμῖν γενέσθαι κατὰ τῆς προσδοκωμένης ἀπειλῆς τῶν βαρβάρων,

22

.

4

„ἔδειξασ“ λέγον‐ τες, „ὦ γενναῖε μάρτυς, τὸ θερμὸν τῆς σῆς ἀντιλήψεως ἐν πολλοῖς κιν‐ δύνοις πολλάκις ἐπελθοῦσι τῇ πόλει σου, καὶ πᾶσαν ἐναντίων ἐπιβου‐ λὴν διεσκέδασας, καὶ ὀλέθρου παντὸς ἀπείρατον αὐτὴν διετήρησας.

22

.

5

δεῖξον καὶ νῦν, συμπαθέστατε, τὴν ἄμετρόν σου περὶ ἡμᾶς κηδεμονίαν, καὶ μὴ καυχήσωνται καθ’ ἡμῶν ἔθνη βάρβαρα καὶ ἀλλόφυλα, μὴ εἰδότα θεόν·

22

.

6

μηδὲ δῷς βεβηλωθῆναί σου τοῦτον τὸν οἶκον, ὃν πᾶσα ἡ οἰκουμένη κοινὸν ἰατρεῖον καὶ προσφύγιον κέκτηται, ὑπὸ ἐναγῶν καὶ ἀθέων ἀνθρώπων, τὴν πίστιν ἡμῶν μυκτηριζόντων καὶ τὴν λατρείαν ἐξουθενούντων, καὶ τοῦτο μόνον ἔγκλημα καθ’ ἡμῶν ἐπαγόντων τὴν
5θεοσέβειαν, καὶ θάνατον ἀπειλούντων ἄωρον καὶ ὀλέθριον.

22

.

7

εἰ γὰρ καὶ μυρίων ἐσμὲν ἄξιοι τιμωριῶν δι’ ἃς ἐπράξαμεν ἐπὶ τῆς γῆς ἁμαρτίας, καὶ τῆσδε τῆς ἐπερχομένης καταστροφῆς ὑπόδικοι καθεστήκαμεν.

22

.

8

ἀλλ’ οὐκ ἔγνωμεν ἕτερον θεὸν εἰ μὴ τὸν σὲ στεφανώσαντα, δι’ ὃν καὶ τοὺς
θείους ἄθλους διήνυσας, ὃν καὶ τῇ μιμήσει τοῦ πάθους ὑπερεδόξασας, ἐξ οὗ καὶ τῶν πολλῶν θαυμάτων τὴν χάριν ἀπείληφας, καὶ ἡμῖν δεδώ‐21
5ρησαι τεῖχος ὀχυρὸν καὶ ἀκλόνητον ἔρεισμα, τὰς ὑπὲρ ἡμῶν ἑκάστοτε ποιούμενος πρὸς αὐτὸν ἱκεσίας καὶ ἐξαιτῶν ἡμῖν τὰ συμφέροντα.

22

.

9

ἔπιδε οὖν καὶ νῦν ἐπὶ τὴν ἀπορίαν καὶ ἀμηχανίαν τοῦ λαοῦ τούτου, καὶ τῆς δεήσεως ἡμῶν ἐπακούσας στῆθι εὐπαρρησιάστῳ τῇ πρεσβείᾳ ὑπὲρ ἡμῶν τῶν οἰκετῶν σου, καὶ τῆς προσδοκωμένης ἐξάρπασον συ‐ στροφῆς, ἵνα μὴ καυχήσωνται καθ’ ἡμῶν τὰ τέκνα τῆς παιδίσκης
5Ἄγαρ, μηδὲ εἴπωσι, ποῦ ἐστιν ὁ προστάτης αὐτῶν;

22

.

10

ὁρᾷς γὰρ καὶ αὐτός, εὐμενέστατε, ὅτι οὐκ ἐν δόρασιν οὐδ’ ἐν ἀσπίσι πεποιθότες ἐσμέν, ἀλλὰ τὸ πᾶν ἀνεθέμεθα τῇ δυνατῇ σου πρεσβείᾳ, τῆς σῆς προ‐ νοίας καὶ αὖθις ἐπιτυχεῖν ἐπελπίζοντες.“

22

.

11

τούτους τοὺς ἱκετηρίους μετὰ συνοχῆς καρδίας τῷ μάρτυρι νύκτα καὶ ἡμέραν πάντες προσά‐ γοντες καὶ τὸ ἔδαφος τοῦ ναοῦ τοῖς δάκρυσι πλύνοντες τῇ προσδοκίᾳ τῶν ἐναντίων διετελοῦμεν, καθάπερ τινὸς ἕρκους ὀχυρωτάτου τῆς ἁμαρ‐
5τίας ἡμῶν ἀντικαθισταμένης καὶ τὰς πρεσβείας τοῦ μάρτυρος κω‐ λυούσης πρὸς τὸ τὴν θείαν ἡμῖν εὐμένειαν ἐπικλῖναι.

22

.

12

εἰκὸς γὰρ καὶ πρὸς αὐτὸν ῥηθῆναι, καθάπερ πάλαι πρὸς τὸν προφήτην Ἱερεμίαν ὑπὲρ τοῦ Ἰσραὴλ ποιουμένου τὴν δέησιν, μὴ τῆς θεϊκῆς συμπαθείας ὄντος ἀξίου τυχεῖν, ὅτι „μὴ προσεύχου ὑπὲρ τοῦ λαοῦ τούτου· οὐ γὰρ
5εἰσακούσομαί σου.“

22

.

13

ἔδει γάρ, ἔδει τὸν παραχωρηθέντα καθ’ ἡμῶν ὄλεθρον ἐνεργεῖσθαι, ἵν’ ἔχωσι γνῶναι πάντες οἱ ἐν ἁμαρτίαις ὄντες ὡς οὐδὲν οὕτως ἐπισπᾶται τὸ θεϊκὸν οὖς πρὸς τὰς ὑπὸ τῶν ἁγίων προσ‐ φερομένας δεήσεις ὡς ὀρθοτομία βίου καὶ ἀρίστων ἐπιμέλεια πράξεων.

23

.

1

Ἐν ὅσῳ γὰρ ὑφ’ ἡμῶν ἐπὶ ματαίῳ ταῦτα διεσπουδάζετο, ἧκέ τις τὰς βαρβαρικὰς νῆας ἤδη που παρὰ τὸν αὐχένα τοῦ ῥηθέντος Ἐκ‐ βόλου πλησιάσαι καταμηνύων κυριακῆς ἡμερῶν ἐπιφωσκούσης, ἐνάτης καὶ εἰκάδος ἀγομένης μηνὸς Ἰουλίου, ἔτους ͵ϛυιβʹ.

23

.

2

τῆς οὖν φήμης ταύτης πᾶσαν ἀθρόον διαδραμούσης τὴν πόλιν θόρυβος μὲν παρὰ πᾶσιν ἀνήγερτο καὶ κλόνος καὶ τάραχος, ἄλλων ἄλλο τι βοώντων καὶ περὶ τοῦ προκειμένου βουλευομένων, ὁπλιζομένων τε πάντων ὡς οἷόν τε
5ἦν, καὶ πρὸς τὸ τεῖχος κατασπευδόντων.

23

.

3

οὔπω δὲ ταῖς ἐπάλξεσι
τοῦ τείχους διασπαρέντων, ἰδοὺ δὴ καὶ τῶν βαρβάρων αἱ νῆες ἐκ τῆς ῥηθείσης ἐφάνησαν ἐξοχῆς, πεπετασμένα ἔχουσαι τὰ ἱστία.22

23

.

4

καὶ γὰρ κατά τινα σύμβασιν ἔτυχε τῷ καιρῷ τούτῳ κατ’ οὐρὰν αὐταῖς ἐπεισ‐ φρήσας ἄνεμος, ὡς τοῖς πολλοῖς δοκεῖν μηδ’ ἐφ’ ὑδάτων ἀλλὰ δι’ ἀέρος μεταρσίους κομίζεσθαι.

23

.

5

Ἰούλιος γὰρ ἤγετο, καθὼς εἴρηται, μήν, ὅτε καὶ πλέον τῶν ἄλλων ἡμερῶν ὁ τῇδε διακόλπιος ἐπεισέρχεται ἄνε‐ μος, ἐκ τῶν ἐξοχῶν τοῦ τῆς Ἑλλάδος Ὀλύμπου τὴν ἀρχὴν ἔχων, καὶ μέχρις ἐνάτης ὥρας ἀπὸ πρωΐθεν ἐφ’ ἑκάστης τῶν θερινῶν ἡμερῶν
5συνεισπίπτων τῇ πόλει καὶ τὸν ἀέρα διαφορῶν.

23

.

6

ἐκεῖνον οὖν εὑρη‐ κότες συνεργὸν οἱ πολέμιοι, ἔτι τῆς ἡμέρας ἐν ἀρχαῖς οὔσης, ἐγγύθεν προσέρρηξαν.

23

.

7

καὶ πρῶτα μὲν τὰ ἱστία χαλῶσιν αὐτοῦ που παρὰ τὸ τεῖχος γενόμενοι, καὶ τὴν πόλιν ὁποία τις οὖσα τυγχάνει ἐπιμελῶς κατενόουν·

23

.

8

οὐδὲ γὰρ ἅμα τῷ καθορμισθῆναι τῆς μάχης ἀπήρξαντο, ἀλλ’ ἐνέδωκαν ὀλίγην τινὰ σχολὴν τοῦ τε προπειραθῆναι τῆς ἡμετέρας ἰσχύος, ὅπως ἔχωμεν πρὸς τὴν διὰ τοῦ πολέμου συμπλοκήν, καὶ ἑαυ‐ τοὺς πρὸς τοῦτο αὐτὸ ἐξασκῆσαι.

23

.

9

ἔστησαν οὖν τέως περιδεεῖς, μηδενὶ τῶν ὁρωμένων ἔχοντες ἐξομοιοῦν τὰ βλεπόμενα· πόλιν γὰρ κατενόουν πολλῷ μέν τινι μεγέθει πεπλατυσμένην, λαοῦ δὲ πλήθει ἅπαν τὸ τεῖχος περιεστοιχισμένην.

23

.

10

ἐξ οὗ δὴ καὶ πλέον καταπλαγέντες μικρὸν τὴν μάχην ἐπέσχον, ὡς ἐκ τούτου καὶ ἡμῖν ἐγγενέσθαι βραχύ τι θάρσος καὶ μεταξὺ τῆς τοιαύτης σχολῆς τὰς ψυχὰς ἀνακτήσασθαι.

24

.

1

Οὕτω δὲ ὄντων ἡμῶν ἔδοξε τῷ καθηγουμένῳ τοῦ τῶν βαρβά‐ ρων στρατοῦ διελθεῖν ἅπαν τὸ τεῖχος, ὅσον περικλύζεται τῇ θαλάσσῃ.

24

.

2

σκαιὸς δὲ οὗτος καὶ παμπόνηρος ἦν, καὶ τῇ ὁμωνυμίᾳ τοῦ θηρὸς κατάλληλον καὶ τὴν πρᾶξιν ἐπιδεικνύμενος, καὶ οὐδὲν ἄμεινον ἐκείνου τῶν τρόπων τῇ ἀγριότητι καὶ τῷ ἀκαθέκτῳ τῆς ὁρμῆς διακείμενος.

24

.

3

ἔγνως δὲ τοῦτον πάντως καὶ αὐτὸς ἐκ τῆς φήμης, περιβόητον ἐχούσης τὴν τοῦ ἀνδρὸς κακίαν, ὡς μηδέποτέ τινα τῶν λαλουμένων ἀσεβῶν εἰς τοσαύτην μανίαν ἐλάσαι, ὡς ἀκορέστως ἔχειν ὁρᾶν ἀνθρωπίνων αἱμά‐ των ἐκχύσεις καὶ μηδὲν ἕτερον προτιμᾶν τῆς τῶν Χριστιανῶν ἀναιρέ‐
5σεως.

24

.

4

τοῦτο γὰρ καὶ αὐτὸς ὤν ποτε καὶ τῇ τοῦ σωτηρίου βαπτί‐ σματος ἀναγεννήσει μεμορφωμένος τήν τε ἡμετέραν θρησκείαν δεδιδαγ‐ μένος, ὑπ’ αὐτῶν χειρωθεὶς τῶν βαρβάρων τὴν ἐκείνων δυσσέβειαν τῆς εὐσεβοῦς ἀντηλλάξατο πίστεως, καὶ πλέον οὐδὲν αὐτοῖς ἀεὶ διὰ
5σπουδῆς ἔχει χαρίσασθαι ἢ τὴν κλῆσιν κυρῶσαι ταῖς πράξεσι καὶ παρα‐ βάτου καὶ λῃστοῦ δράματα ἐνδεικνύμενος ἐκ τούτων καὶ φιλοτιμεῖσθαι καὶ ὑπεραίρεσθαι.23

24

.

5

οὗτος δὴ οὖν ὁ ἀτίθασος καὶ παραβάτης Λέων περιῄει τῇ νηῒ διὰ τῆς θαλάσσης τὸ τεῖχος ἀποσκοπῶν καὶ πόθεν ἐφορ‐ μήσας προσβάλοι κακούργως ἐμμελετῶν.

24

.

6

αἱ δὲ λοιπαὶ νῆες ὑφ’ ἑνὶ χώρῳ τοῦ πρὸς ἀνατολὰς αἰγιαλοῦ προσορμισθεῖσαι συνεσκευ‐ άζοντο.

24

.

7

οἱ καθ’ ἡμᾶς δὲ πολῖται καὶ αὐτοὶ τοῖς ὅπλοις ἐφράττοντο, τὰς ἐπάλξεις διελόμενοι καὶ ἑαυτοὺς πρὸς τὸν προκείμενον ἀγῶνα συν‐ επαλείφοντες.

24

.

8

καὶ γὰρ ἦν ἀγὼν ἀληθῶς, καὶ τῶν μεγάλων ἀγώνων ὁ διαβόητος, οὐ παλαιστοῦ τινος ἀγωνίαν ἐν ταῖς πρὸς τὸν ἀντίπαλον τοῦ σώματος ἀντιρρήσεσι τὸν παρὰ τῶν ὁρώντων ἔπαινον προξενῶν, οὐκ ἔπαθλα προτιθεὶς ὕλης τινὸς πρὸς ὀλίγον τέρψιν τῷ νικήσαντι
5παρεχόμενα, οὐδὲ πάλιν ἧτταν μέχρις αἰσχύνης μόνης τὸν νικηθέντα καταβιβάζουσαν, ἀλλ’ ἢ περισωθεῖσαν τοσαύτην πόλιν ἐκ τοσούτου κινδύνου γέρας ἀμίμητον ἀναδήσασθαι, ἢ παθοῦσάν τι τῶν ἀπειλου‐ μένων ἀπαρηγόρητον ὀδύνην ἐνέγκασθαι.

25

.

1

Ἀλλ’ ἐπειδὴ τὸ τεῖχος ἅπαν ὁ θὴρ ἐκεῖνος κατεῖδεν, ἔτι δὲ καὶ τὸν πορθμὸν τοῦ λιμένος ἁλύσει σιδηρᾷ καί τισι ναυσὶ βεβυθισμέναις ὄντα κατάφρακτον, μᾶλλον ἐκεῖθεν τὴν προσβολὴν ποιήσασθαι διεσκέ‐ ψατο, ὅθεν διέγνω μήτε τὰς ἔξωθεν κωλύειν τῶν προβυθισθέντων
5μονολίθων ἐνέδρας τὴν τῶν νηῶν ἔφοδον. μήτε μὴν ἀφ’ ὑψηλοῦ τοῦ ἤδη δομηθέντος τείχους ἐπίτασιν πολέμου ταύτας ἐκδέχεσθαι·

25

.

2

ἀλλ’ ἔνθα βαθυνόμενον τὸ τῆς θαλάσσης ὕδωρ τῷ χθαμαλωτέρῳ τείχει προσ‐ ρήγνυται, τοὺς τόπους σημειωσάμενος καὶ πρὸς τοὺς ἑταίρους ἀνθυπο‐ στρέψας, ἐνέδωκε τὸν ἀγῶνα.

25

.

3

οἱ δὴ τὸ τάχος τοῖς λεχθεῖσι τόποις ταῖς ναυσὶ διασπαρέντες, βοῇ τε χρησάμενοι βαρβαρικῇ καὶ τραχείᾳ, ἐφώρμησαν τῷ τείχει, ταῖς κώπαις ἐλαύνοντες, καὶ τοῖς ἐκ τῶν δέρρεων κατεσκευα‐ σμένοις τυμπάνοις καταπληκτικὸν κτυποῦντες, καὶ πολλοῖς ἄλλοις φο‐
5βήτροις τοὺς ἐν ταῖς ἐπάλξεσιν ἐκταράττοντες.

25

.

4

ἀντεβόησαν δὲ μᾶλ‐ λον καὶ γεγωνοτέραν φωνὴν οἱ πρὸς τὸ τεῖχος ἑστῶτες τὸ σωτήριον ὅπλον τοῦ σταυροῦ πρὸς τὴν κατὰ τῶν ἐναντίων ἐπικαλούμενοι συμ‐ μαχίαν,

25

.

5

καὶ τοσοῦτον ὡς ἀκηκοότας τοὺς βαρβάρους τὸν πολυάν‐ θρωπον ἐκεῖνον καὶ παντὸς ἀκούσματος φοβερώτερον ἀλαλαγμὸν ἰλιγ‐ γιᾶσαι τέως καὶ μηδὲν ἀνύσειν προσδοκᾶν, τοῦ δήμου τὴν πληθὺν ἀνα‐ λογισαμένους ἐκ τῆς βοῆς, καὶ ὡς οὐκ ἂν πρὸς τοσούτους ἀποδυσαμένους
5εἰς μάχην εὐχερῶς ἔχειν πόλιν τοσαύτην ῥᾳδίως ἐκπορθεῖν, ἣν οὐδενὶ παραδείγματι συγκρίνειν εἶχον.24

25

.

6

ὅμως ἵνα μὴ δόξωσι κατεπτηχέναι τὴν πρώτην προσβολήν, οὐκ ἀδεῶς μέν, οὐδὲ πάλιν μεθ’ ἧς ὕστερον ἐχρῶντο μανίας, ἀλλά τινι λύσσῃ φόβῳ συγκεκραμένῃ πλησίον γενό‐ μενοι ταῖς ἀπὸ τῶν βελῶν νιφάσι τοὺς ἐξ ἐναντίας ἠμύνοντο.

25

.

7

ἔπειτα δέ τι καὶ ἀναιδέστερον ἐπεχείρουν καὶ πλησιέστερον ἐφορμᾶν ἐφιλονεί‐ κουν, καθάπερ τινὲς ὑλακτικοὶ κύνες τὸν οἰκεῖον θυμὸν διεγείροντες, τοῖς κατ’ αὐτῶν φερομένοις ἀπὸ τοῦ τείχους ἐξαγριούμενοι.

25

.

8

οὐδὲ γὰρ οἱ τῆς πόλεως τῆς τοξικῆς κατημέλουν, ἀλλ’ ἐχρῶντο ταύτῃ μᾶλλον ἐναργῶς καὶ ἐπιτηδείως, πάντας τοὺς ἐκ τῶν πλησίον χωρῶν προσ‐ ρυέντας Σκλαβήνους τοῖς τόποις ἐκείνοις καταστησάμενοι, ὧν οὐδέν
5ἐστιν οὕτως τῶν ἄλλων εὐεπιχείρητον ὡς τὸ κατὰ σκοποῦ βάλλειν καὶ μηδὲν τῶν βελῶν αὐτῶν τὴν ῥύμην ἀνθυποφέρειν.

26

.

1

Ἀλλ’ οὕτω βαλλόντων ἑκατέρων καὶ βαλλομένων, ἰσοπαλῆ τε τὴν μάχην προσπίπτουσαν ἐνδεικνυμένων, διαιρεθέντες τινὲς τῶν βαρ‐ βάρων, τῶν ἄλλων ὡς εἰκὸς εὐτολμότεροι καὶ θρασύτεροι, καὶ τῇ θαλάσσῃ τῆς νηὸς ἑαυτοὺς ἀκοντίσαντες, κλίμακά τε ξυλίνην μεθ’ ἑαυτῶν συγκαθ‐
5ελόντες, ὤθουν ἄγοντες ἐν τοῖς ὕδασι, πειρώμενοι δι’ αὐτῆς ἀνιέναι τῷ τείχει, μηδένα λόγον τῶν ἐκεῖθεν κατ’ αὐτῶν πεμπομένων ποιού‐ μενοι.

26

.

2

μέχρι γὰρ τοῦ πλησίον γενέσθαι ἐκάλυπτον τὰ σώματα, νηχόμενοί τε τῷ ὕδατι καὶ τὰς κεφαλὰς ταῖς ἀσπίσι περιφραττόμενοι·

26

.

3

ὅτε δ’ ἐγγύθεν ἐγένοντο, τὸ ὕδωρ ἀποδυσάμενοι ῥωμαλεώτερον ἀντ‐ εῖχον ταῖς βολαῖς προσπαλαίοντες, τὰς ἀσπίδας μόνας φέροντες ἐπὶ κεφαλῆς, εἶτα τὴν κλίμακα θᾶττον κατὰ τῶν ἐπάλξεων ἀνελκύσαντες ἐπεχείρουν δι’ αὐτῆς ἀνιέναι καὶ εἴσω χωρεῖν.

26

.

4

ἀλλὰ προέφθασε τὸ βεβουλευμένον ὁ θάνατος, καὶ πρὶν ἀκριβῶς σκοπῆσαι πῶς τὴν ἐπί‐ νοιαν συμπεράνωσι, τῆς ζωῆς ἀπελύοντο·

26

.

5

μόνον γὰρ ὅτι ταῖς βαθ‐ μίσι τὰ ἴχνη ἐκίνησαν, καὶ δίκην χαλάζης πυκνῆς οἱ λίθοι κατ’ αὐτῶν ἀφεθέντες ὁμοῦ τῇ θαλάσσῃ καὶ τῷ ὀλέθρῳ τούτους ἐξανεσκεύασαν.

26

.

6

ἐν τούτοις ὀπισθόρμητοι πᾶσαι χωροῦσιν αἱ νῆες, οὐδενὸς ἄλλου τοιούτου τέως ἐπιχειρεῖν τολμηρῶς ἔχουσαι· μόναις δὲ ταῖς ἀπὸ τῶν βελῶν νιφάσι, καὶ αὐτὸν τὸν ἀέρα συσκιαζούσαις, ἔβαλλον ἀπὸ μηκό‐ θεν, οὐδὲν ἧττον καὶ αὐτῶν βαλλομένων τοῖς τε βέλεσι πεμπομένοις
5εὐστόχως καὶ ὀλίγα διαμαρτάνουσι καὶ ταῖς ἀπὸ τῶν πετροβόλων καταφοραῖς, ὧν καὶ αὐτὸς μόνος ὁ διὰ τοῦ ἀέρος ἐγγινόμενος ῥοῖζος ἔκστασιν τοῖς βαρβάροις ἐναπειργάζετο.

27

.

1

Ἤδη γὰρ καὶ ὁ λεχθεὶς Νικήτας, ὁ πρὸς τοῦ βασιλέως σταλείς, τὸ τεῖχος ἅπαν διέτρεχε τὸν δῆμον παραθαρρύνων,25

27

.

2

„ἄνδρεσ“ λέγων „Θεσσαλονικεῖς, ἄλλας μὲν εἶχον πρὸ τοῦδε περὶ ὑμῶν ὑπολήψεις, καὶ οὐκ ἂν οὕτως γενναίους καὶ πρὸς τὸ ἔργον τοῦ πολέμου τολμηροὺς ἔκρινον εἶναι, μηδὲν τοιοῦτον μήτε πειραθέντας πάλαι μήτε κατενερ‐
5γήσαντας· νυνὶ δὲ τοῦ πράγματος ἡ ἀκμὴ οὐκ ἀγεννεῖς ἔχειν τὰς περὶ ὑμῶν παρέσχεν ἐλπίδας.

27

.

3

ὁρῶ γὰρ πάντας ὑμᾶς τοῖς τε σώμασι σφριγῶντας καὶ ταῖς ψυχαῖς ἀνδριζομένους καὶ ὅλους ὄντας τῶν προ‐ κειμένων, τῶν ἀντιπάλων κατεγγελῶντας καὶ τὰς μηχανὰς αὐτῶν γενναίως ἐκτρεπομένους. καὶ οὐδὲν ἀπεικὸς πράττετε·

27

.

4

περὶ γὰρ ὑμῶν αὐτῶν ἐστιν ὁ ἀγών, ἀνδρῶν τιμίων καὶ τοῖς εἴδεσι καὶ τοῖς ψυ‐ χικοῖς προτερήμασι, καὶ περὶ τῆς λοιπῆς πόλεως, ἧς οὐδὲν ἐρίζει τῶν ἀξιολόγων εἰς περιφάνειαν.

27

.

5

ὑπεράνω μὲν γὰρ γενομένοις τοῦ τῇδε κινδύνου ὁ παρὰ πᾶσιν ὑμῖν ἔπαινος ἐποφείλεται· παθοῦσι δέ τι τῶν ἀβουλήτων, καὶ ὧν οἱ βάρβαροι κατηπείληνται, οὐκ ἔστιν ὅπου τὴν συμφορὰν εἰκάζειν ἐστὶν ἢ τῆς αἰσχύνης τὸ μέγεθος.

27

.

6

διὰ τοῦτο στῆτε γενναίως τῇ τε πατρίδι καὶ ὑμῖν αὐτοῖς τὴν νίκην περιποιού‐ μενοι, καὶ μὴ δῶτε νῶτα χερσὶ πολεμίων, μηδὲ καινόν τι καταλίποιτε τῷ βίῳ διήγημα, μικρᾶς ῥᾳθυμίας κίνδυνον τοσοῦτον ἀνταλλαξά‐
5μενοι.“

27

.

7

τούτοις τοῖς παρακλητικοῖς ὑπαλείφων τὸν δῆμον καὶ θάρ‐ σος οὐκ ὀλίγον ταῖς ἁπάντων ψυχαῖς ἐνιεὶς τὴν περίοδον ἐποιεῖτο.

27

.

8

ὁ δὲ δὴ στρατηγὸς ὥσπερ τοῦ οἰκείου πάθους ἐκλελησμένος, καίπερ χαλεποῦ τε ὄντος ἐξ οὗ προείπομεν πτώματος, καὶ μείζονα τῆς δυνά‐ μεως τὴν ὀδύνην παρεχομένου, ἡμιόνῳ τινὶ ἐπιβάς, οὐ περιβάδην ἀλλὰ κατὰ πλευρὰν καὶ ὡς αἱ τῶν θλασθέντων μελῶν ἀλγηδόνες ἐπέτρεπον,
5περιῄει καὶ αὐτός, τοὺς προθυμοτέρους τῶν ταξεωτῶν κατά τινας χρειώδεις τόπους τοῦ τείχους ἐγκαθιστῶν, ὡς ἂν τὸ κατ’ αὐτοὺς τυχὸν καὶ τοὺς πλησίον πρὸς μίμησιν ἐρεθίζοντες τὰ πρὸς τὸν πόλεμον διατί‐ θενται.

28

.

1

Οἱ βάρβαροι δὲ οὐχ ἅπαξ μόνον ἀλλὰ καὶ πολλάκις διὰ πάσης ἐκείνης τῆς ἡμέρας συνεφορμήσαντες, μᾶλλον ἢ πρότερον πεπληγμένοι πρὸς τοὐπίσω χωρήσαντες, ὑφ’ ἑνὶ συνθήματι τὴν [πρὸς] καθ’ ὕδατα λιπόντες μάχην ὑπανεχώρουν ταῖς ναυσί, καί τινι πρὸς ἀνατολὰς ὄντι
5τῆς πόλεως αἰγιαλῷ προσωρμίσθησαν.

28

.

2

εἶτα τῶν νηῶν ἐκβάντες πάλιν τοῖς βέλεσιν ἐχρῶντο κατὰ τῶν ἐκεῖσε λαχόντων τὴν στάσιν ἐν
τῷ μετεώρῳ τείχει, ἔνθα καὶ πύλη τις διεξέχει, Ῥώμη καλουμένη, γειτνιά‐ ζουσα τῇ θαλάσσῃ.26

28

.

3

οὗ δὴ μέχρι βαθείας νυκτὸς μαχεσάμενοι, καὶ ὥσπερ κεκμηκότες τῇ ἀγωνίᾳ, καθησύχασαν ταῖς ναυσί, τάχα σκεπτό‐ μενοι πῶς ἐπιθῶνται τῇ ἑξῆς ἡμῖν, καὶ πρὸς ἑτέρας μηχανὰς σκευαζό‐ μενοι.

28

.

4

ἤδη δὲ καὶ ἡμᾶς τοῦ πολέμου μικρὸν ἀνεθέντας ἄλλη πάλιν φροντὶς ἐπεισήρχετο, ἐπαγρυπνεῖν τοὺς ἐν ταῖς ἐπάλξεσι διὰ πάσης κύκλωθεν τῆς πόλεως, καὶ ὑποβλέπεσθαι τοὺς βαρβάρους, μή τινα λόχον νυκτερινὸν ἢ ἐνέδραν λάθωσι πεποιηκότες καὶ ἐν τῷ τείχει γενό‐
5μενοι τὸ πᾶν ἐξανύσωσιν.

28

.

5

εἰσὶ γὰρ εὐφυεῖς πρὸς ταῦτα μάλιστα, καὶ ἅμα τῷ διανοηθῆναι πρὸς τὸ ἔργον χωροῦντες, πάντα κίνδυνον εἰς μηδὲν τιθέμενοι, ἑνὶ δὲ μόνῳ προσέχοντες τῷ κατάρξασθαι τοῦ βεβου‐ λευμένου.

28

.

6

κἂν τάχα καὶ ἐναντίως ἢ ὡς ἐφώρασαν τὸ τέλος ἐκβῇ τοῦ πράγματος, δόξαν ἔχειν ἡγοῦνται τὸ τέως ἀδυνάτοις πειρᾶσθαι τολμη‐ ρῶς ἐπιχειρεῖν.

28

.

7

τούτου ἕνεκεν πᾶσαν ἐκείνην ἐπαγρυπνοῦντες ἐτε‐ λοῦμεν τὴν νύκτα, οὐδὲν ἑαυτοὺς τῶν προηγωνισμένων μεμφόμενοι·

28

.

8

πρὸς τοσοῦτον γὰρ ἤλθομεν θάρσος ὡς καὶ αὐτὸν τὸν καθηγούμενον τῶν βαρβάρων ἐν θαύματι γεγονέναι καὶ περὶ πολλοῦ ποιεῖσθαι μαθεῖν ὕστερον τὴν αἰτίαν, πῶς πρὸς ἑκάστην προσβολὴν οὕτως ἀνδρείως ἀντέστημεν, καὶ ὧν περὶ ἡμῶν ἠκηκόει, πῶς τὰ ἐναντία ἐξέβη, τῆς
5ἐλπίδος αὐτοῦ περιτραπείσης.

29

.

1

Ἀλλ’ ἐπειδὴ κῆρυξ ἦν ἐπιστὰς ὁ ὄρθρος τῆς δευτέρας τοῦ πολέμου ἡμέρας, καὶ τῶν πραχθέντων ἤδη χαλεπώτερα καθ’ ἡμῶν ὑπὸ τῶν βαρβάρων ἐπινενόητο, ἔκαμνον πάλιν οἱ στρατηγοὶ ταῖς φροντίσι τὸν ἑκάστου θυμὸν διεγείροντες καὶ τὸ καθ’ ἑαυτοὺς πρόθυμον εἰσηγού‐
5μενοι.

29

.

2

τῆς ἡλιακῆς οὖν ἀκτῖνος τὸν ἀέρα περιλαμψάσης ἐφώρμησαν καὶ αὖθις τῶν νηῶν ἐκβάντες οἱ βάρβαροι τῷ τείχει, διασπαρέντες καὶ κατά τινας τόπους ταῖς φάλαγξιν ἑαυτοὺς διελόμενοι, κατὰ δὲ τὰς διεξ‐ όδους τῶν πυλῶν μᾶλλον συρρεύσαντες ὅλην ἐκίνουν τὴν καθ’ ἡμῶν
5αὐτῶν πανοπλίαν.

29

.

3

οἱ μὲν γὰρ αὐτῶν τοῖς τόξοις, ἕτεροι δὲ χειρο‐ ποιήτῳ βροντῇ τῶν λίθων ἐκέχρηντο· ἄλλοι τοῖς πετροβόλοις ἐγκαθή‐ μενοι τὰς ὑπερμεγέθεις ἐκείνας τῶν πετρῶν χαλάζας μετεωρίζοντες ἔπεμ‐ πον.

29

.

4

καὶ πολυειδής τις ἦν ὁ καθ’ ἡμῶν ἀπειλούμενος φόνος, καὶ παντα‐ χόθεν προσπίπτων φοβερὰν ἐποίει τὴν πεῖραν τοῖς προστυγχάνουσι.

29

.

5

καὶ γὰρ κατὰ μόνης τῆς ῥηθείσης πύλης ἑπτὰ παρέστησαν πετροβόλους πάντοθεν περιπεφραγμένους, οὓς διερχόμενοι τὴν Θάσον πρὸς τὴν τοιαύτην χρείαν προπαρεσκεύασαν.

29

.

6

καὶ μὴν ξυλοσυνθέτους τινὰς κλίμακας ἀντικρὺ τούτων τῷ τείχει προσπελάσαντες ἀνιέναι δι’ αὐτῶν ἐπειρῶντο, τοῖς ἀπὸ τῶν πετροβόλων ἀφιεμένοις λίθοις τὸ ἀσφαλὲς ἑαυτοῖς συντηρούμενοι·
27

29

.

7

οὐ γὰρ εἴων ἐνδελεχῶς ἐνεργοῦντες ἐκεῖνοι προκύ‐ πτειν ἀβλαβῶς τοῦ μετεώρου τείχους τινά.

29

.

8

καὶ δὴ εἰς ἔργον αὐτοῖς ἔφθασεν ἂν τὰ βεβουλευμένα, ἤδη τὴν κλίμακα ταῖς ἐπάλξεσι τοῦ προ‐ τειχίσματος ἀνελκύσασιν, εἰ μὴ θεία τις δύναμις ἄνδρας τινὰς τολμηροὺς καταπηδῆσαι τῷ τόπῳ ἐνίσχυσεν, οἳ καὶ δόρασι τρώσαντες τοὺς
5βαρβάρους πρὸς τοὐπίσω σὺν τῇ κλίμακι τούτους ἐναπεκρήμνισαν.

29

.

9

οὕτω δὲ καὶ τὴν ἐπίνοιαν ταύτην εἰς μηδὲν προβᾶσαν ἑωρακότων φυγῇ τε χρησαμένων ὡς καὶ τὴν κλίμακα καταλιπεῖν, εἰς τοσοῦτον ἡμεῖς ἤλθομεν θάρσος ὡς καὶ γελᾶν κατ’ αὐτῶν, καὶ προθυμότερον τῆς ἄλλης ἡμέρας τοῖς τε βέλεσι χρῆσθαι καὶ τοῖς ἀπὸ τῶν πετροβόλων λίθοις, καὶ
5μηκέτι συγχωρεῖν αὐτοῖς κἂν πρὸς βραχὺ προσιέναι τῷ τείχει, κἂν ὅτι πρὸς μανικώτερον ἐξαφθέντες καὶ αὐτοὶ δίκην συῶν ἀγρίων τοὺς ὀδόντας παρέθηγον, καὶ εἴ πως ἐνῆν, ζῶντας ἐθέλειν ἡμᾶς ἐν αὐτοῖς διαρρήξασθαι.

29

.

10

οἷον γὰρ ἦν αὐτῶν φοβερὸν ἀκούειν καθ’ ἡμῶν μεμηνότων! πῶς τῆς ὑπερβαλλούσης ὀργῆς ἐποιοῦντο τὴν ἔνδειξιν, ὁπότε βύθιον ἔβρυχον καὶ τοῖς ἐκ τοῦ στόματος πεμπομένοις ἀφροῖς τὸ δαιμονιῶδες αὐτῶν παρε‐ δείκνυτο,

29

.

11

οὐδὲ τροφῆς μεταλαβεῖν διὰ πάσης ἐκείνης τῆς ἡμέρας βουλόμενοι, ἀλλ’ ἀκορέστως ἔχειν τοῦ πολέμου ἐν οὕτω λαβροτάτῳ καύματι, καὶ μηδ’ ὅτι σώματα περίκεινται καὶ καμάτῳ δαμαζόμενα καὶ τῷ ὑπὲρ κεφαλῆς ἡλίῳ καυσούμενα παντελῶς αἰσθανόμενοι, τοῦτο δὲ
5μόνον διὰ φροντίδος ἔχοντες, ἢ πορθῆσαι τὴν πόλιν καὶ τὸν καθ’ ἡμῶν ἀναπλῆσαι θυμόν, ἢ 〈μὴ〉 προβαίνοντος τούτου καὶ τῆς ζωῆς ἀπειπεῖν καὶ ἑαυτοὺς τοῖς ὅπλοις διαχειρίσασθαι.

29

.

12

θυμὸς γὰρ ἅπαξ βαρβαρικὸς ἐξαφθεὶς οὐ πρότερον τῆς κινούσης αὐτὸν ἀλογίστου ὁρμῆς ἀπολήξειε, μέχρις ἂν ἢ τοῦ οἰκείου αἵματος ἢ τοῦ ἐξ ἐναντίας ἀντιπράττοντος ἴδῃ τὴν ἔκχυσιν.

30

.

1

Ἀλλ’ ἐπειδὴ τὸ προσπελάζειν αὐτοὺς τῷ τείχει οὐκ ἀκίνδυνον ἦν, πάντα τοῖς βέλεσι καὶ τοῖς πετροβόλοις ἐπέτρεπον.

30

.

2

στιχηδὸν γὰρ ἑαυτοὺς κατατάξαντες, καὶ τοσοῦτον ἀποστάντες ὅσον τὰς βολὰς αὐτῶν μήπω τῆς ὁρμῆς ὑπενδιδούσης τῇ πόλει προσπίπτειν, ταῖς ἀσπίσι τε φραξάμενοι καὶ ὅλοι τῆς ἀγωνίας γενόμενοι, ἵσταντο καθάπερ τινὲς
5ἀνδριάντες ἐκ χαλκοῦ ἤ τινος ἄλλης στερροτέρας ὕλης συμπεπηγότα ἔχοντες σώματα, μυρίῳ τινὶ καὶ ἀνεκδιηγήτῳ καρτεροῦντες πόνῳ καὶ πρὸς τὸν πόλεμον ἁμιλλώμενοι.

30

.

3

τοῦ γὰρ ἡλίου κατὰ τὸ μέσον ἄγοντος τὴν ἡμέραν, ὅτε καὶ ταῖς βολαῖς τῶν ἀκτίνων τὸν ἀέρα πλέον τῶν ἄλλων ὡρῶν διαπυροῖ, τῇ ἀκμῇ τοῦ καύματος ὥσπερ τὴν φυσικὴν ἐκκαύσαντες
λύσσαν, καὶ τὸν ἄλογον ἐκεῖνον θυμὸν ταῖς ἀπονοίαις προσερεθίσαντες,28
5ἐφ’ ἕτερον εἶδος πολιορκίας (καὶ σκόπει πῶς χαλεπόν) τὴν ὁρμὴν μετη‐ γάγοντο.

30

.

4

τεττάρων γὰρ πυλῶν πρὸς τῷ ἀνατολικῷ μέρει τῆς πόλεως διεξαγουσῶν, ἐσκέψαντο τὰς δύο αὐτῶν πυρὶ τεφρῶσαι, τήν τε ῥηθεῖσαν Ῥώμην καὶ τὴν Κασσανδρεωτικὴν καλουμένην,

30

.

5

τοῦτο ἐν τῇ διανοίᾳ θέμενοι, ὡς εἰ δυνηθεῖεν τῶν ἔξω πυλῶν καιομένων εἴσω χωρῆσαι τοῦ προτειχίσματος καὶ τὸ μετέωρον ὑποδύσασθαι τεῖχος, μηδένα φόβον ἔχειν πρὸς τὸ καὶ τὰς ἔνδον κακουργῆσαι καὶ τῇ πόλει πάντας ὑφ’ ἓν
5συνελάσαι, ἐξ ἐναντίας παραστησάμενοι τοξότας εὐστόχους τε καὶ δει‐ νούς, ὡς ἂν τῇ συνεχείᾳ τῶν βελῶν μὴ ἐᾶν ἀκινδύνως προκύπτειν τῶν ἔνδον τινά.

31

.

1

Καὶ δὴ τοῦ τεχνάσματος οὕτως ἐνήρξαντο.

31

.

2

ἁμάξας ἐφευρόντες ἐπέθηκαν ἐν αὐταῖς πρηνεῖς τὰς βραχυτάτας νῆας, αἷς πρὸς τὴν θήραν τῶν ἰχθύων οἱ καθ’ ἡμᾶς ἁλιεῖς ἐκέχρηντο, ἔτι δὲ καί τινων ἄλλων ξύλων πληθὺν καὶ φρυγάνων σωρείαν· ἅτινα πίσσῃ καὶ θεάφῳ καταρράναντες
5καὶ τὰς ἁμάξας ὑποδύντες ἔστρεφον τοὺς ἄξονας, ἄγοντες αὐτὰς ταῖς χερσίν, ἕως ἔφθασαν μέχρις αὐτῶν τῶν πυλῶν.

31

.

3

εἶτα τὴν ὕλην ἐκείνην ὑφάψαντες, καὶ ὀπισθόποδες ταῖς ἀσπίσι φραξάμενοι πρὸς τοὺς τοξότας χωρήσαντες, ἔλαθον τὸ βεβουλευμένον εἰς ἔργον ἀγαγεῖν.

31

.

4

τὸ πῦρ γὰρ τῆς ὕλης λαβόμενον καὶ τοῖς ὑπεκκαύμασι πρὸς μείζονα φλόγα διεγερθὲν τὴν μὲν ἔξω τῶν πυλῶν ἐπιφάνειαν, ἥτις ἦν ἅπασα σεσιδηρωμένη, πυρακτωθῆναι πεποίηκε, τὴν λαμπάδα δὲ καὶ πρὸς τὸ εἴσω μετοχετεῦσαν
5ἐξαφθῆναι δι’ ὅλου τὰς πύλας ἠνάγκασεν, ὡς μετὰ βραχὺ ταύτας κατα‐ πεσεῖν καὶ δειλίαν οὐ τὴν τυχοῦσαν ἅπασιν ἐμβαλεῖν.

31

.

5

μόνον γὰρ ὅτι καθ’ ὅλης ἐκηρύχθη τῆς πόλεως ἡ τῶν πυλῶν ἔκκαυσις, καὶ καθάπερ τινὸς ξίφους ὑποδραμόντος τὰς ἁπάντων καρδίας, οὕτως ἐναγωνίους καὶ τρο‐ μώδεις τοὺς ἀνθρώπους πεποίηκε, τὰς μορφὰς ἀλλοιώσαντας καὶ πᾶσαν
5χρηστὴν ἀθρόον προδεδωκότας ἐλπίδα.

31

.

6

καὶ γὰρ οἱ πρὸ βραχέος τοῖς τείχεσιν ἐξαλλόμενοι καὶ τοὺς ἐχθροὺς ἀμυνόμενοι καὶ πρὸς τὸν διὰ μάχης ἀγῶνα ἀλλήλους ἐγκελευόμενοι πτωκῶν ἀδρανέστεροι ταῖς ἀλη‐ θείαις ἐδείκνυντο.

31

.

7

αὐτὸ γὰρ τοῦτο, τὸ τὴν μηχανὴν ἐκείνην εἰς ἔργον ἐκβῆναι, μαντεύεσθαι τοῦ τέλους ταῖς ἁπάντων ἐδίδου ψυχαῖς,

31

.

8

πλὴν ὅτι τῶν ἔξω πυλῶν πυρποληθεισῶν τὰς ἔνδον ἡμεῖς τειχίῳ τινὶ νεοδο‐ μήτῳ θᾶττον περιφραξάμενοι, ὕδατά τε ταῖς ἐπάλξεσιν ἔν τισι προαπο‐ θέμενοι σκεύεσιν, ἐφυλαττόμεθα, πότε καὶ πρὸς ταύτας τυχὸν ἐφορμή‐
5σουσιν οἱ πολέμιοι, ἵν’ ὅτε τῆς κακουργίας καὶ αὖθις ἐπιχειρήσωσιν,
ἔχωμεν ὅπως τῆς φλογὸς ἀντιποιησόμεθα καὶ τῆς ἐπιβουλῆς ἀπειράτους τὰς πύλας διατηρήσομεν.29

31

.

9

ὃ δὴ καὶ γνόντες ἐκεῖνοι οὐκέτι ταῖς τοιαύ‐ ταις κακοβουλίαις ἐχρήσαντο, ἑτέραις δέ τισιν ἔμελλον δεινοτέραις ἔτι καὶ σφοδροτέραις τὸν καθ’ ἡμῶν ἐπιτηδεύειν ὄλεθρον, ὃν οὐδεμιᾷ μεθόδῳ τοῦ λοιποῦ δυνατὸν ἦν διακρούσασθαι ἐνεργῆ τε ὄντα καὶ πᾶσαν μηχανὴν
5ὑπερβαίνοντα.

31

.

10

πλὴν οὕτω τοῦ πυρὸς παυσαμένου τὸ λοιπὸν τῆς ἡμέρας τοῖς πετροβόλοις ἐχρῶντο καθ’ ἡμῶν καὶ τοῖς τόξοις, μέχρις ἂν τὸ νυκτερινὸν σκότος τὸ φῶς διεδέξατο καὶ τῆς ἀγωνίας παύεσθαι μηδὲ βουλομένους αὐτοὺς κατηνάγκασεν.

32

.

1

Εἶτα ἐπειδὴ τοῦ πολεμεῖν ἐπαύσαντο, ταῖς ναυσὶν ἐμβάντες καί τι μικρὸν ἡσυχάσαντες ἤρχοντο τοῦ δράματος ὅπερ ἦσαν ταῖς ἑαυτῶν δεινότησι προεξευρημένοι.

32

.

2

τὸ δὲ ἦν τοιαύτην αὐτοῖς ἀπόπειραν ἐμποιοῦν, ὡς εἰ μὲν δι’ αὐτοῦ δυνηθεῖεν τὴν πόλιν πορθήσειν, εὖ ἂν ἔχοιεν, διὰ τὸ μηδὲν ἄλλο τῶν εἰς πολιορκίαν συντεινόντων ἴσα δύνασθαι τούτου, καὶ μάλισθ’ ὅταν ἀφ’ ὑδάτων ἐστὶν ἡ μάχη καὶ μὴ μεσιτεύῃ χέρσος τὴν
5ἐπιβουλὴν διακόπτουσα·

32

.

3

εἰ δέ γε μετὰ τῶν ἄλλων ὧν προενήργησαν καὶ τοῦτο εἰς μηδὲν αὐτοῖς συντελέσειε, τοὺς εἰς τοῦτο παρορμήσαντας αὐτοὺς καὶ τοσοῦτον πλοῦν διανύσαι μάτην ἀποπλανήσαντας τοῖς ὅπλοις διαχειρίσασθαι, καὶ οὕτως ἐν τοῖς ἰδίοις ἀπαίρειν.

32

.

4

ταύτην οὖν παρ’ ἑαυτοῖς θέμενοι τὴν βουλήν, ἔτι κατ’ ἀρχὰς οὔσης τῆς νυκτός, τοῦ ποικίλου καὶ πολυειδοῦς ἐκείνου ἀπήρξαντο μηχανήματος.

32

.

5

ὑφάψαντες γὰρ πανταχοῦ φῶτα, καὶ πάσας αὐτῶν τὰς νῆας κατὰ δύο συζεύξαντες ἑτέραν τῆς ἑτέρας ἐχομένην, καί τισι κάλοις στιβαροῖς καὶ σιδηραῖς ἁλύ‐ σεσι τὰς ἑκατέρων πλευρὰς ἐν ἀλλήλαις συσφίγξαντες πρὸς τὸ μὴ ῥᾳδίως
5ἀφίστασθαι, ἀνείλκυσαν διὰ τῶν κατὰ πρῴραν ἀπῃωρημένων ἐξαρτίων τὰ διὰ μέσου προβεβλημένα ξύλα, ἃ τοῖς ναυτιλλομένοις κατάρτια καλεῖν ἔθος.

32

.

6

εἶτα τοὺς τῶν ἑκατέρων νηῶν αὐχένας ἐν τούτοις διὰ τῶν εἰς τὴν κεφαλίδα στρεφομένων σχοινίων μέσον που τοῦ ἀέρος μετεωρήσαντες, τάς τε σπάθας αὐτῶν ἐκ τοῦ κατὰ πρῴραν μέρους καὶ πέρα τῆς τῶν νηῶν διαμέτρου προβεβληκότες, ξένον τι καὶ παρηλλαγ‐
5μένον πανούργευμα διὰ τοῦ τοιούτου τεχνάσματος ἐτεκτήναντο.

32

.

7

ὑψοῦ γάρ, ὡς ἔφην, τῶν αὐχένων μετεωρηθέντων, ἔβαλλον ἐν αὐτοῖς ἐπι‐ θέντες μακρά τινα ξύλα στιχηδὸν ἄλλο κατ’ ἄλλο, καὶ τὸν διὰ μέσου τόπον γεώσαντες τῇ σεσοφισμένῃ ταύτῃ μηχανῇ, τὰ πέρατά τε
5πάντοθεν σανίσι καταφραξάμενοι, καὶ τὰ ἄκρα τῶν αὐχένων ἐν τοῖς κατὰ πρύμναν μέρεσιν ἄλλοις στιβαρωτάτοις δεσμοῖς ἐνασφαλισάμενοι, πύργους τινὰς τῶν εἰς τὴν χέρσον ἐν τῷ τείχει καθισταμένων χρειωδεστέ‐ ρους τῇ ἐπινοίᾳ ταύτῃ κατετεχνάσαντο,

32

.

8

ἐν οἷς ἐνόπλους τινὰς βαρβάρους
ἐπανεβίβασαν, ῥώμῃ σωμάτων καὶ τολμηρίᾳ φύσεως ἀνεσταλμένους, τὴν καθ’ ἡμῶν ὑστάτην καὶ τελευταίαν ἐπιβουλὴν ἐνεργήσοντας.30

32

.

9

ἐπέτρε‐ πον γὰρ τοὺς μὲν αὐτῶν βάλλειν τοῖς τόξοις κατὰ τῶν ἐνδοτέρων τοῦ τείχους ἑστώτων, τοὺς δὲ τοῖς χειροπληθέσι λίθοις·

32

.

10

ἄλλους πυρί τινι, καὐτῷ τετεχνημένῳ καί τισιν ὀστρακίνοις σκεύεσι προηυτρεπισμένῳ, καθοπλίσαντες κατὰ τῶν ἀντιπρόσωπον αὐτῶν ἐρχομένων προσέταττον ἀκοντίζειν.

32

.

11

ταῦτα δὲ πάντα ἦν αὐτοῖς ἐνεργῆ τε καὶ ἐπιτήδεια διὰ τὸ μηκέτι περὶ γῆν αὐτοῖς εἶναι ποιεῖν, ἀλλὰ τῷ προλεχθέντι κακούργῳ τεχνάσματι ὑψηλοτέρους αὐτοὺς καὶ αὐτῆς τῆς οἰκοδομῆς γενέσθαι τοῦ τείχους καὶ πᾶσαν αὐτῶν κακόνοιαν ὡς ἀπὸ μετεώρου χρειώδη συμ‐
5βαίνειν.

33

.

1

Ἀλλ’ ἐπειδὴ ταῦτα πάντα κατ’ αὐτὴν ἐκείνην τὴν νύκτα εἰς ἔργον ἤχθη τοῖς ἀσεβέσιν, οὐδὲν δὲ τῶν πραττομένων τέως ἐλάνθανεν ἡμᾶς διὰ τό, ὡς εἴρηται, φῶτα ἔχειν αὐτοὺς πολλὰ καὶ πλησίον εἶναι τὸν αἰγιαλὸν εἰς ὃν αὐτοῖς τὰ δόξαντα διεσπούδαστο, ἔλαβε πάντας φόβος
5καὶ ἔκπληξις, καὶ οὐκ εἶχον ᾧτινι τοῦ λοιποῦ τρόπῳ τὸ ἀσφαλὲς ἑαυτοῖς συντηρήσονται.

33

.

2

ἦν γὰρ ἰδεῖν τὸν δῆμον ὅλον δι’ ὅλου κλονούμενόν τε καὶ ἀπορούμενον, ἄλλοτε ἄλλως ἀμηχανοῦντα καὶ πρὸς αὐτὴν τὴν ζωὴν κινδυνεύοντα.

33

.

3

οὐ γὰρ ὅπως ἕκαστος ἀποκρούσηται τὴν ἐφεστῶσαν ἀνάγκην διὰ φροντίδος εἶχεν, ἀλλὰ πῶς ἢ μεθ’ οἵας ἀλγηδόνος τῷ θανάτῳ προσομιλήσει τοῖς λογισμοῖς κατετέμνετο.

33

.

4

φυγεῖν μὲν γὰρ οὐκέτι οὔτε πρόχειρον οὔτε ἀσφαλὲς ἦν, κύκλῳ τοῦ τείχους τῶν βαρβάρων περιεστώτων καὶ κατὰ τῶν πυλῶν ἐφεδρευόντων.

33

.

5

προσμένειν δὲ πάλιν ὁ κατ’ ὀφθαλμοὺς οὐκ ἐδίδου κίνδυνος. πᾶσαν οὖν ἐλπίδα σωτηρίας προδόντες, καθάπερ ἐννεοί τινες τὸ τεῖχος διήμειβον, τῷ μεγέθει τῆς συμφορᾶς ἀπορούμενοι.

33

.

6

πλὴν ἔδοξέ τισιν, ὅσοις οὐ κατέσβη τελείως τῆς ἀνδρίας ἡ θρυαλλίς, μεταξὺ τῆς προσδοκίας τῶν πολεμίων προ‐ ευτρεπίσαι τινὰ τῷ τείχει εἰς ἀποτροπὴν τῶν ἐπερχομένων.

33

.

7

τὰ δὲ ἦν πίσσα καὶ δᾷδες καὶ ἄσβεστος καί τινα ἄλλα, οἷς τρέφονται τάχος πυρὸς φλόγες, σκεύεσιν ὀστρακίνοις ἐπιτετηδευμένα, ὡς ἂν τῶν νηῶν τυχὸν ἐφορμουσῶν τούτοις χρώμενοι καὶ διὰ μέσου τούτων ἐξακοντίζοντες
5ἀπράκτους αὐτοὺς καὶ τῆσδε τῆς ἐπιχειρήσεως ἀποδείξωσιν.

34

.

1

Ὡς δὲ καὶ ταῦτα ἀνθρώπων ἦν ἀπορουμένων ἔργα καὶ διαβούλια, ἤδη δὲ καὶ τῆς ἡμέρας τὸ φῶς τὸν νυκτερινὸν ζόφον διέλυεν, ἰδοὺ δὴ καὶ αἱ νῆες, ὡς εἶχον σκευῆς, κατὰ πολλοὺς τόπους διαιρεθεῖσαι τῷ τείχει προσέρρηξαν, καινόν τι καὶ παράδοξον θέαμα ταῖς ἁπάντων ὄψεσι προ‐
5δεικνύμεναι·

34

.

2

ἑκάστη γὰρ αὐτῶν συζυγία ἐπεφέρετο τὴν σεσοφισμένην ἐκείνην τῶν ξυλοσυνθέτων πύργων κατασκευήν, πολλῷ τῷ μέτρῳ τὴν τοῦ
τείχους οἰκοδομὴν ὑπερβαίνουσαν, ἄνωθέν τε τοὺς βαρβάρους ἐξαλλομέ‐ νους καθάπερ τινὰς ἐξοιστρημένους ταύρους, καὶ τὸν ὄλεθρον ἅπασιν31
5ἐπισείοντας.

34

.

3

τότε δὴ τότε, ὅσοι τοῦ δήμου τῆς πόλεως τοῦ μὲν θανάτου καταφρονήσαντες ἀφύκτου τε ὄντος καὶ κατὰ κόρης, ὡς εἰπεῖν, ἱσταμένου ὅλοι τῆς ἀγωνίας ἐγένοντο, ἐπίδειξιν ἀνδρίας τοῦ κινδύνου τὴν ἀκμὴν ποιησάμενοι ἔστησαν γενναίως ἀθλοῦντες ἐν τῷ πολέμῳ, καὶ τὰ παρ’
5ἑαυτοῦ ἕκαστος αὐτῶν ἐπεδείκνυτο·

34

.

4

οὐ γὰρ εἴων τέλεον πλησιάζειν τὰς νῆας, ἀλλὰ τὸ μὲν τοῖς συχνοῖς βέλεσι τὸ δὲ τοῖς τοῦ πυρὸς ὑπεκκαύ‐ μασιν ἀπεῖργον αὐτὰς τοῦ προσπελάζειν τῷ τείχει καὶ τὰ παρ’ ἑαυτῶν ἐνεργεῖν.

34

.

5

ὅσοι δὲ τῇ δειλίᾳ τὴν ψυχὴν βληθέντες οὐδὲ προσβλέπειν τοῦ κακοῦ τὴν πεῖραν ὑπὸ τῆς ἄγαν ἀμηχανίας ἐξίσχυον, ἑαυτοὺς τοῦ τείχους κατὰ μικρὸν ὑποσύροντες ἐπὶ τὰς ἀκρωρείας τῆς πόλεως ἔφευγον, καὶ λοιπὸν θαρρεῖν ἐδίδουν τοῖς ἐναντίοις.

34

.

6

ὡς γὰρ εἶδον κατά τινα τόπον τοῦ τείχους τὴν οἰκοδομὴν πλέον τῶν ἄλλων διαρρυεῖσαν, ἔνθα καὶ τοὺς ξυλίνους ἦμεν προπεπηγότες προβόλους, ἔγνων δὲ καὶ τὸ τῆς θαλάσσης ὕδωρ ἐν αὐτῷ μᾶλλον τῷ τόπῳ διὰ βάθους χωροῦν, μίαν
5συζυγίαν τῶν ἐζευγμένων ἐκεῖ συνελάσαντες ὤθουν ταῖς κώπαις κατὰ μικρόν, ἕως ἔφθασαν πλησίον ἐν αὐταῖς ταῖς ἐπάλξεσι τὰ κατὰ πρῴραν τῶν νηῶν προσπελάσαντες.

34

.

7

εἶτα ὡς ἐπεχείρουν κατ’ αὐτῶν λίθους βάλλειν οἱ τοῖς ξυλίνοις ἐγκαθήμενοι προβόλοις, μέγαν τινὰ καὶ τραχὺν ἀλαλαγμὸν ἐμβοήσαντες ἄνω τῶν ῥηθέντων μηχανημάτων ἑστῶτες οἱ βάρβαροι, λίθοις τε βαλόντες οὐκέτι χειροπληθέσιν ἀλλὰ καὶ λίαν
5παμμεγέθεσι καὶ ὧν οὐδεὶς ἐδύνατο τὴν φορὰν ὑπομεῖναι, πῦρ τε διὰ τῶν σιφώνων τῷ ἀέρι φυσήσαντες, καί τινα ἄλλα σκεύη καὶ αὐτὰ πυρὸς ἀνάμεστα εἴσω τοῦ τείχους ἐξακοντίσαντες, εἰς τοσαύτην ἔκπληξιν καὶ δειλίαν τοὺς ἐν τοῖς προβόλοις ὄντας ἐνέβαλον ὡς καταπηδῆσαι τὸ τάχος καὶ πρὸς φυγὴν ἐκτραπῆναι καὶ κενὸν ἅπαντα τὸν περίπατον τοῦ τείχους
10καταλιπεῖν.

34

.

8

ἐπειδὴ δὲ τὸ τέλος εἶδον τῶν βεβουλευμένων (πάντες γὰρ καθάπερ ἐξ ἀνέμου φύλλα πρὸς τὴν γῆν κατεφέροντο, οὐδὲ κατὰ τῶν κλιμάκων, ἀλλ’ ὡς ἂν αὐτοὺς ὁ φόβος κατήπειγεν), ἕνα τινὰ τολμηρὸν βάρβαρον καὶ τῶν ἄλλων ὡς εἰκὸς μανικώτερον, Αἰθίοπα τὴν χροιάν,
5ταῖς ἐπάλξεσιν ἐπαφῆκαν.

34

.

9

ὁ δὲ τὴν μάχαιραν ἣν ἔτυχε ταῖς χερσὶ κατέχων ἀναρριπίζων, καὶ κατὰ τοῦ τείχους ἁλλόμενος, ἐπέμενε σκοπῶν τὴν ὁρμὴν τοῦ πλήθους, εἴ γε μὴ πρὸς ἀπάτην ἀλλὰ πρὸς τελείαν φυγὴν ἐκεῖθεν ἐξέκλινε.

34

.

10

καὶ γὰρ ὑφωρῶντο μή τινα κεκρυμμένην ἐνέδραν ἔχωσιν οἱ τῆς πόλεως ἐν ταῖς ἀγυιαῖς, δι’ ἧς αὐτοὺς εἰς πολλὰ διαιρεθέντας
δολερῶς κακουργήσονται, καὶ ἀμφέβαλλον τέως μὴ ἀπροόπτως οὕτως προσχωρεῖν τῇ πόλει καὶ τὰ παρ’ ἑαυτῶν ἐνεργεῖν.32

34

.

11

ὅτε δὲ ταῖς ῥιπίσεσι τῆς βαρβαρικῆς μαχαίρας ἐξαστράπτων ὁ ἀὴρ κατάδηλον ἐποίει πανταχοῦ τῶν πολεμίων τὴν εἴσοδον (καὶ γὰρ ἦν ὥρα τρίτη τῆς ἡμέρας), τότε δὴ πάντες τοῦ κακοῦ τὴν ἔκβασιν θεασάμενοι ἐτρέποντο
5ἄλλος ἀλλαχοῦ, τῷ θανάτῳ συνελαυνόμενοι.

34

.

12

ὁ δὲ ἦν ἐφεστὼς καὶ μηδεμίαν τοῦ λοιποῦ παραχωρῶν ἐπίνοιαν δι’ ἧς αὐτὸν ὑπεκκλίνωσιν.

35

.

1

Εἶτα ὡς ἅπαν κενωθὲν τὸ τεῖχος εἶδον οἱ βάρβαροι, καὶ τὸ ἀσφαλὲς ἑαυτοῖς εἶχον ἐκ τῆς τοῦ πλήθους ἀνυποστάτου φυγῆς, σπουδῇ τῶν νηῶν ἐκβάντες καὶ τῶν ἐπάλξεων εἴσω καταπηδήσαντες τάς τε πύλας ἀναρριπίσαντες ἐδήλουν καὶ ταῖς ἄλλαις ναυσὶ τῶν πεπραγμένων τὸ
5πέρας,

35

.

2

αἵτινες σπουδῇ καὶ αὗται παρὰ τὰς διεξόδους ἐγγύθεν προσ‐ ορμισθεῖσαι ἔπεμπον τῇ πόλει τοὺς βαρβάρους, τὰ σώματα γεγυμνω‐ μένους, μικρῷ τινι μόνῳ περιβολαίῳ τὰ κατὰ τὴν αἰδῶ συγκαλύπτοντας, τὰς μαχαίρας ἔχοντας ἐν χερσίν·

35

.

3

οἳ καὶ ἔνδον γενόμενοι πρῶτον μὲν οὓς εὗρον ἔτι περὶ τὸ τεῖχος ἐνστρεφομένους, εἴτε τῷ φόβῳ βληθέντας καὶ κινηθῆναι μὴ δυναμένους παρεθέντος αὐτοῖς ἐκ τοῦ φόβου τοῦ σώματος, εἴτε πάλιν τοῖς ῥηθεῖσι πτώμασι συνθλασθέντας καὶ πρὸς τὴν φυγὴν
5ἀπελπίσαντας, τούτους τὸ τάχος ἀνεῖλον, εἶθ’ οὕτω ταῖς λεωφόροις κατεμερίσθησαν.

35

.

4

τὸ δὲ πλῆθος τῆς πόλεως εἰς πολλὰ μέρη τμηθὲν διεθρυλλεῖτό τε καὶ συνείχετο, οὐκ ἔχον ὅπου περισωθείη ἢ τὴν συμφο‐ ρὰν διακρούσεται.

35

.

5

ἦν γὰρ ἰδεῖν τότε τοὺς ἀνθρώπους ὡς ἀκυβέρνητα σκάφη τῇδε κἀκεῖσε περιφερομένους, ἐλεεινὸν θέαμα, ἄνδρας γυναῖκας νήπια, ἀλλήλοις συμπίπτοντας, ἀλλήλων ἐκκρεμαμένους, ἀσπαζομένους τὸν οἴκτιστον ἐκεῖνον καὶ τελευταῖον ἀσπασμόν.

35

.

6

εἴ πού τις καὶ πατὴρ ἐν αὐτοῖς πρεσβύτης, ἐπιπεσὼν τῷ τραχήλῳ τοῦ παιδὸς δεινὸν ἐπεκώκυε, τὸν χωρισμὸν οὐ φέρων, ἀλλὰ τὰ μέλη κατέχων τοῦ φιλτάτου, καὶ πρὸ τοῦ ξίφους τῷ φυσικῷ νυττόμενος πάθει τὸν θρῆνον ἑαυτῷ διετίθει,

35

.

7

„φεῦ μοι“ λέγων, „ὦ παῖ, ἐν τίσι νῦν ἐξετάζομαι καὶ τίνα ταῦτα τοῖς ὀφθαλμοῖς καθορῶ;

35

.

8

εἰς τοῦτο γάρ σε ἐπιμελῶς ἐξέθρεψα καὶ διὰ τοῦτό σε παιδευταῖς ἐξεδόμην καὶ συνέσει διαπρέπειν ἐν τοῖς ὁμήλιξι διεσπούδασα, ἵν’ ὅτε προσεδόκων ζηλωτὸς μὲν εἶναι τῇ εὐπαιδίᾳ, ἐπίφθονος δὲ τῇ ἐπὶ σοὶ καυχήσει, μακαριώτερος δὲ πολλῶν ἄλλων πατέρων ὡς τοιοῦτον
5ἔχων εὐπρεπέστατον τέκνον, ἐράσμιον μὲν τὴν ἡλικίαν τοῦ σώματος,
ἐρασμιώτερον δὲ τοῦ προσώπου τὴν θέαν καὶ ἔτι μᾶλλον τῆς ψυχῆς τὴν ἰδέαν, τότε κατ’ ὀφθαλμοὺς ἰδέσθαι τὸν ὄλεθρον τοῦτον καὶ δυστυχέστατον ἀπὸ σοῦ χωρισμόν;33

35

.

9

καὶ διὰ τοῦτο μέχρι τοῦδε τῇ δυστήνῳ ταύτῃ τετήρημαι πολιᾷ, ἵν’ ὑπὸ βαρβάρων ἴδω καταικιζόμενόν σου τὸ σῶμα καὶ τὰ φίλτατά μοι καὶ παμπόθητα μέλη τῷ ξίφει τοῦ δημίου ἀνηλεῶς δια‐ σπώμενα;

35

.

10

οἴμοι, τίς γένωμαι; ποίαις ὄψεσι ταῦτα κατίδω; ποῖον ἐπὶ σοὶ ποιήσωμαι θρῆνον;

35

.

11

εἴθε τοιούτου τύχοιμεν δημίου ὃς ἐμὲ πρῶτον τῇ μαχαίρᾳ διέλοι, ἵνα μὴ καθυστερήσας δριμυτέρας τοῦ ξίφους ἐπὶ σοὶ τὰς ἀλγηδόνας αἰσθήσωμαι.

35

.

12

ἑνὶ τούτῳ τῷ μιαιφόνῳ χάριτας ὁμολογήσω, εἴ γε τῆς σφαγῆς ἀπὸ τοῦ ἐμοῦ κατάρξηται γηραιοῦ τραχήλου· εἶθ’ οὕτω τῷ ἐμῷ λύθρῳ τὸ σὸν σπείσειεν αἷμα.

35

.

13

καὶ γὰρ οὕτω τὴν πολλὴν ὀδύνην ὑποτέμοι τῷ ἐγχειρήματι“.

36

.

1

Καὶ ταῦτα μὲν οὗτος· ἄλλοθεν δὲ πάλιν ἄλλος τις τῇ συννόμῳ γυναικὶ προστυχών, βύθιόν τι καὶ μέγα στενάξας, τὴν κεφαλήν τε κινήσας καὶ τὴν μορφὴν ἀλλοιώσας, προσδραμὼν αὐτῇ καὶ περιπλακεὶς τὴν συμφορὰν ἐτραγῴδει.

36

.

2

„σώζου, γύναι, καὶ τοῦ συννόμου μὴ ἐπιλάθῃ.

36

.

3

ἤδη γὰρ ἡ μεγάλη στοργή, ἣν πρὸς ἀλλήλους ἐθέμεθα τῇ κοινωνίᾳ τῆς φύσεως, διακόπτεται σήμερον, καὶ ξίφος καινοτομεῖ τὴν συνάφειαν, καὶ θάνατος ἄωρος τὴν συζυγίαν διίστησιν.

36

.

4

οὐκέτι τὴν ζωὴν τῇ κοινότητι τῆς βιοτῆς ἐξανύομεν.

36

.

5

οὐδεὶς ἡμῖν τοῦ λοιποῦ παιδοποιίας λόγος.

36

.

6

εἴθε μηδὲ ταῦτα, ἃ νῦν ἡμᾶς περιέστηκε νήπια, τοῖς ὀφθαλμοῖς κατείδομεν ἐξ ἀρχῆς, εἴθε τῇ σορῷ ταῖς ἡμετέραις χερσὶν ἀπεδόθησαν, καὶ μὴ τοῖς θηρσὶ τούτοις εἰς δυστυχῆ δουλείαν διετη‐ ρήθησαν.“

36

.

7

εἶτα τοῖς τέκνοις ἀναμιχθέντες καὶ τὸν θρῆνον χορο‐ στατήσαντες τὴν διαίρεσιν ἐκαρτέρουν.

36

.

8

ἀδελφὸς δὲ πάλιν ἀδελφῷ συναντήσας καὶ φίλος φίλῳ, ὁ μὲν τὴν συγγένειαν ὁ δὲ τὴν μακρὰν συνήθειαν ἀπεκλαίετο.

36

.

9

καὶ ἁπλῶς τῇ ἀμετρίᾳ τῶν κατὰ μέρος θρήνων κραυγῆς ἀσήμου πάντα πεπλήρωτο, ὥσπερ ἂν εἰς σφαγὴν συγκλεισθέν‐ των προβάτων καὶ συμμιγῆ φωνὴν ἀφιέντων.

36

.

10

οἱ μὲν γὰρ αὐτῶν πρὸς τοὺς οἴκους ἀπέτρεχον, οἱ δὲ τὰς ὁδοὺς ἀπεσκόπουν· ἄλλοι πρὸς τοὺς σεβασμίους οἴκους ἠλαύνοντο, ἄλλοι τὰς πύλας τῆς πόλεως καταλαβεῖν ἔσπευδον.

36

.

11

ἕτεροι δὲ πρὸς τὸ τεῖχος ἀνιέναι ἐβούλοντο μέν, οὐ δεδύνηντο δὲ ὑποκλαζούσης αὐτοῖς τῆς φυσικῆς ἰσχύος τῇ προσδοκίᾳ τῶν φοβερῶν·

36

.

12

οὐκ εἶχον γὰρ ὅπως διαθῶνται πρὸς τὸ κακόν, ἀλλ’ ὅπουπερ ἂν ἔτυχον γεγονότες τῆς πόλεως, κατὰ πρόσωπον εὕρισκον ἀπαντῶντας τὸν θάνατον, ὡς μηδὲν αὐτοῖς εἶναι λοιπὸν ἀσφαλὲς πρὸς
ἐπίνοιαν.34

37

.

1

Ἀλλὰ πῶς ἄν σοι τοῦ λοιποῦ τὴν καθ’ ἡμᾶς συμφοράν, ὦ ἀνδρῶν λογιώτατε, ἢ τὴν ἐπαλληλίαν τῶν τοσούτων ἀνιαρῶν διαγράψωμαι;

37

.

2

ποῖον τούτων πρῶτον εἰπὼν τοῖς ἄλλοις δευτερεύειν παραχωρήσω; ἐπὶ τίνι τὴν γλῶτταν κινήσω ἢ τὴν χεῖρα πρὸς γραφὴν ἐξενέγκω;

37

.

3

ἐξι‐ στᾷ γάρ μου τὸν νοῦν ἡ μνήμη τῶν γεγονότων, καὶ οἷον ὁρᾶν πάλιν δοκῶν τῶν λεχθησομένων τὰ πράγματα δυσεπιχείρητον τὴν περὶ τούτων ἐξήγησιν ἐπαισθάνομαι.

37

.

4

ἡ γὰρ ἀνατύπωσις τῶν γεγονότων ὡς ἄρτι πραττομένων τῇ ψυχῇ διὰ τῆς μνήμης τὸν κίνδυνον εἰκονίζουσα καὶ διαμορφοῦσα τῇ φαντασίᾳ τὰ πράγματα, τὴν ὁρμὴν τοῦ λέγειν ἐπέχειν βιάζεται.

37

.

5

οἷα γὰρ ἦν τὰ τελούμενα τότε!

37

.

6

οἱ μὲν πρὸ τῆς σωμα‐ τικῆς τὴν τῆς ψυχῆς πλέον δεδιότες πανολεθρίαν πρὸς τὸ θανεῖν ἐδυσφό‐ ρουν, ἀρχὴν τῶν ἐκεῖθεν κολάσεων τὸν χωρισμὸν ἡγούμενοι τὸν τοῦ σώ‐ ματος·

37

.

7

οἱ δὲ τῇ γῇ προσερείδοντες τὰ γόνατα, κρουνούς τε δακρύων ἐκβλύζοντες, ἀξίους παραδεχθῆναι τῆς κλήσεως διὰ τοῦ τοιούτου θανάτου τὸν θεὸν ἐλιτάνευον.

37

.

8

ἄλλοι τῇ μνήμῃ τῶν ἡμαρτημένων τομώτερον τοῦ ξίφους τὸ συνειδὸς νυττόμενοι τὸν ἀναλωθέντα χρόνον ἐπὶ ματαίῳ ἀνεκαλοῦντο μεταμελούμενοι.

37

.

9

ἕτεροι μηδὲν τοιοῦτον ἐνεργῆσαι δυνά‐ μενοι, ἀλλὰ τὸν λογισμὸν προδόντες τῇ ἀγωνίᾳ, ἵσταντο τρομώδεις, δίκην ἀψύχων δένδρων τὴν τομὴν ἀναμένοντες.

37

.

10

ἄλλοι δὲ καθάπερ οἴστρῳ τῷ φόβῳ πληττόμενοι ἀκάθεκτοι ταῖς ὁρμαῖς ἦσαν· ἐξ ὧν καὶ πλεῖστοι πρὸς τὸ ἐκτὸς τοῦ τείχους ἀσυλλογίστως ἑαυτοὺς ἀκοντίσαντες ἢ τῷ πτώματι τὴν ζωὴν συνεπέραναν ἢ τοῖς ἐκεῖσε στρεφομένοις βαρβά‐
5ροις ἑαυτοὺς ἐνεχείρισαν.

38

.

1

Τί δὲ τῶν γυναικῶν εἴπω πρῶτον, οἷς καὶ αὐτὸν τὸν ἀέρα συνθρηνεῖν αὐταῖς ἐβιάζοντο;

38

.

2

ᾔτουν τὰς ἀνακλήσεις, τὰς οἰμωγάς, τῶν τέκνων τὰς περιπλοκάς,

38

.

3

οὐδ’ εὐσχημονεῖν ἔτι βουλόμεναι νικη‐ θεῖσαι τῷ πάθει, οὐδὲ τῆς ὄψεως τῶν ἀνδρῶν ἑαυτὰς ὑπεκκλίνειν, ἀλλ’ ἀναιδῶς φερόμεναι, τὰς κόμας ἔχουσαι λελυμένας καὶ τῶν πρὸς συστολὴν ἀμελήσασαι, ἤγοντο συνεκβοῶσαι τοὺς θρήνους καὶ τοῦ
5κινδύνου καταστενάζουσαι.

38

.

4

εἴ που καὶ παρθένος ἐν αὐταῖς, ἡ μήπω τῆς οἰκουρίας προβᾶσα ἀλλ’ ἀσφαλῶς τηρουμένη τῷ γάμῳ καὶ σεμνότητα πᾶσαν δεδιδαγμένη, τὴν αἰδῶ τῆς ὄψεως περιάρασα, καὶ μηδ’ ὅτι γυνὴ τυγχάνει τῷ δέει λογιζομένη, διῄει τῆς ἀγορᾶς ἐν μέσῳ, ταῖς ἄλλαις
5γυναιξὶ κοινωνοῦσα τοῦ θρήνου καὶ δεινὸν ἀλαλάζουσα.

38

.

5

μονασταὶ δὲ καὶ μονάζουσαι, ὅσοι τὴν προσπάθειαν τοῦ βίου κομιδῇ νέοι ὑπάρχον‐ τες τῷ φίλτρῳ τῆς ἀρετῆς ἀπεσείσαντο, ἑαυτοῖς μόνοις καὶ θεῷ ζῶντες, τῶν ἀσκητηρίων ἐκβάντες καὶ ταῖς πλατείαις διασπαρέντες τῆς πόλεως
5τὸν κοινὸν ὄλεθρον γοερὸν ἐκλαυθμύριζον.

38

.

6

ἐξ οὗ δή μοι καὶ θάμβος ἐπέρχεται, ὅταν κατὰ νοῦν λάβω τὴν ποικίλην καὶ διάφορον ἀρετὴν τῶν Ναζιραίων ἐκείνων, ἣν καταμόνας ἐφιλοπόνουν, ἤτοι τὴν πάννυχον ψαλμῳδίαν καὶ τὴν ἱερὰν παρθενίαν τήν τε ἐκτενῆ προσευχὴν καὶ τὸ
35
5ἀκατάπαυστον δάκρυον·

38

.

7

πῶς οὐκ ἔκαμψαν ἐφ’ ἡμᾶς τὸν θεϊκὸν ἔλεον, πῶς οὐ κατεγγυήσαντο τὴν πόλιν, πῶς οὐχ εὗρον ἔπαθλον ἀρετῆς τὴν ἀποφυγὴν τοῦ κινδύνου, συνελήφθησαν δὲ μᾶλλον καθάπερ ἀνεπί‐ σκοπα πρόβατα, πάντες τῆς μαχαίρας γεγονότες καὶ τῷ κλήρῳ τῶν
5ἁμαρτωλῶν τῆς σφαγῆς κοινωνήσαντες.

38

.

8

πλὴν ἡγοῦμαι ὅτι τούτων μὲν ὁ θάνατος, ὥς φησιν ὁ ψαλμός, τίμιος γέγονεν ἐναντίον κυρίου, κἀν τούτῳ τοῦ σοφοῦ τοὺς οἰκείους δούλους τιμήσαντος, ἵνα μετὰ τῆς λοι‐ πῆς ἀρετῆς καὶ τὸ τέλος μαρτυρικὸν ἀπενέγκωνται, ὡς ἂν ἐπιδαψιλεύση‐
5ται τούτοις τὰ τῆς ὑπομονῆς γέρα καὶ τῶν ἀρρήτων ἐκείνων ἀγαθῶν τὴν ἀντίδοσιν·

38

.

9

ἡμῶν δὲ τὸ πλῆθος τῶν παραπτώσεων οὐ μόνον τὰς τούτων ἐντεύξεις ἀλλὰ καὶ τὰς τῶν μαρτύρων πρεσβείας ἀσυντελεῖς δειχθῆναι πεποίηκεν, ἵν’ ἡμῶν παθόντων ὅπερ ἤδη πεπόνθαμεν, ἔχωσι γνῶναι πάντες οἱ τῶν θείων καταφρονηταὶ διατάξεων ὡς κακίᾳ πλεονε‐
5κτοῦντας οὐδὲν αὐτοὺς τῆς δεσποτικῆς ἀπειλῆς τῶν σωτηρίων βοηθημά‐ των ἐξαιρήσασθαι δυνηθήσεται.

39

.

1

Ὡς γὰρ κατὰ πᾶσαν εἰσελθόντες διεμερίσθησαν τὴν πόλιν οἱ βάρβαροι, εὐθὺς πᾶσα ἡλικία καὶ πᾶν γένος ἀνθρώπων ὑπ’ αὐτῶν ἀνῄρητο.

39

.

2

οὐδὲ γὰρ ἦν οἶκτος αὐτοῖς οὐδεὶς πάλαι προμεμηνόσι καὶ τὴν καθ’ ἡμῶν διψῶσιν ἀπώλειαν, ἀλλὰ καὶ γέρων καὶ ἀκμάζων ἔτι καὶ νεανίσκος καὶ πᾶς ὁ προστυχὼν ἔργον τοῖς μιαιφόνοις ἦν, οὐδὲ καιρίας κατ’ αὐτῶν ἀφιεῖσι πληγάς·

39

.

3

ἀλλ’ ὡς ἂν αὐτοὺς ἐνδιατρίβειν ποιῶσι τοῖς ἀλγεινοῖς, τὰ πρὸς τὸν νῶτον μέρη καὶ τοὺς μηροὺς κατατέμνοντες σχολάζειν αὐτοὺς τῇ τελειώσει παρεβιάζοντο.

39

.

4

καὶ οὐδ’ οὕτως ὁ πολιορκῶν αὐτοὺς ἐνεπίμπλατο θυμός, ἀλλ’ ὅτι μὴ πολλάκις δύνανται θνήσκειν μανικῶς ἐδυσφόρουν.

39

.

5

ἵνα γὰρ τὴν θηριώδη καὶ ἀδάμαστον ἐκείνην ὄρεξιν ἐμφορήσωσιν, οὐδὲ γυναικῶν ἐφείσαντο κατ’ ἀρχὰς τοῦ κινδύνου, οὐδὲ παίδων αὐτῶν, ὧν τὸ τῆς ἡλικίας ἄωρον ἄγειν βιάζεται πολλάκις καὶ θηρῶν ὀφθαλμοὺς εἰς συμπάθειαν·

39

.

6

ἀλλ’ ἦν ἐπ’ ἴσης ἅπασιν ἡ τομή, καθάπερ ἐν χλοηφόρῳ πεδίῳ πᾶν τὸ παρατυχὸν ἐκθερί‐ ζουσα, ὡς ἐν βραχείᾳ καιροῦ ῥοπῇ ἄοικον ἀποδειχθῆναι τὴν πόλιν τὴν πρὸ μικροῦ στενοχωρουμένην καὶ τοῖς πλήθεσι βρίθουσαν.

39

.

7

καθὸ γὰρ φθάσαντες εἴπομεν, τὸ μὲν τοῦ δήμου τὰς ἀκρωρείας κατειλήφει κατὰ τὴν καλουμένην ἀκρόπολιν συνελαθέν, ἢ τὴν περιοικίδα τοῦ ὁσίου Δαβὶδ ὀνομαζομένην (ταῦτα γὰρ μᾶλλον τῆς λοιπῆς ὑπερανέχουσι πόλεως,
36
5ἔνθα δὴ καὶ πλῆθος ἦν μοναχῶν ἐναρέτων πάντων καὶ τῆς οὐρανίου πολι‐ τείας ἠξιωμένων), τὸ δὲ πάλιν ταῖς δυσὶ πύλαις προσερρύη ταῖς πρὸς δύσιν ἀφορώσαις τῆς πόλεως, μίαν ἐχόντων πάντων σπουδήν, τοῦ ξίφους διεκφυγεῖν τὴν τομήν.

39

.

8

ἀλλ’ οὐδὲν πλέον τῶν ἄλλων διή‐ νυον, τῶν πυλῶν ἐκτὸς τῶν βαρβάρων ἐφεδρευόντων, καὶ μηδ’ ἄλλως ἔχοντες εὐχερῶς ὑπερβῆναι, τῷ συνωθισμῷ πιέζοντες ἀλλήλους καὶ τὴν διέξοδον ἀποφράττοντες.

40

.

1

Οἷον γὰρ ἐγεγόνει κακὸν κατὰ τὴν καλουμένην Χρυσέαν πύλην!

40

.

2

πῶς παρανοῖξαι ταύτην βουληθέντες μικρόν, ὅσοι τοῦ δήμου τῷ τόπῳ συνέρρευσαν, διήμαρτον τῆς ἐπιχειρήσεως!

40

.

3

μόνον γὰρ ὅτι τὰς πύλας ἀλλήλων διέστησαν, καὶ τῷ ἰδίῳ πιλήματι πάλιν ἐν ἑαυταῖς συνδραμεῖν αὐτὰς κατηνάγκασαν·

40

.

4

οὕτω δὲ ἔχοντας αὐτοὺς καταλα‐ βόντες οἱ δυσμενεῖς οὐκέτι καθ’ ἕνα τοῖς ξίφεσιν ἀνῄρουν, ἀλλ’ ὡς εἶδον συνεσφιγμένους ἀλλήλων τε ἐχομένους καὶ ἐκτραπῆναι μὴ δυναμένους, κατὰ κόρρης αὐτοὺς τοῖς ξίφεσιν ἔπαιον, ὡς μετὰ τὴν πληγὴν διαι‐
5ρεῖσθαι τοῦ προστυχόντος τὴν κεφαλήν, καὶ τοῖς ὁμοίοις τῇδε κἀκεῖσε τὰ μέρη συμπίπτειν, καὶ μηδὲ μετὰ θάνατον τῇ γῇ δίδοσθαι ἀλλ’ ἔτι παρακρατεῖσθαι τοῖς λοιποῖς σώμασιν, ἕως πάντων ἀναιρεθέντων 〈κατ‐ ηνέχθη τὰ πάντων πτώματα [τοῦ]〉, καὶ ὥσπερ τοῦ ὑποστηρίζοντος (τῆς ἁπάντων λέγω ζωῆς διαδράσης) [κατηνέχθη τὰ πάντων πτώματα
10τοῦ] αἵματος ἀλλήλων καθάπερ καὶ τῆς τελευτῆς κοινωνήσαντα.

41

.

1

Τὸ δ’ αὐτὸ τοῦτο καὶ περὶ τὴν ἄλλην πύλην, ἣν καλοῦσι Λιταίαν, πραχθῆναι συνέβη.

41

.

2

καθὼς γὰρ ἔφαμεν, τῶν ἄλλων τὰς μὲν πρὸς θάλασσαν ἐξαγούσας αὐτοὶ προκατεῖχον οἱ βάρβαροι, τὰς δέ γε πρὸς ἀνατολὴν ἀφορώσας ἡμεῖς προαποκλείσαντες ἦμεν, τὴν τοῦ πυρὸς μη‐ χανήν, ἣν κατὰ τῶν ἔξω τοῦ προτειχίσματος πυλῶν προπεπόνθαμεν,
5καὶ ἐν αὐταῖς ὑφορώμενοι, ὡς λοιπὸν ἐκ τούτων πανταχόθεν ἀποροῦντα τὸν δῆμον πρὸς τὴν φυγὴν περὶ τὰς ἀγυιὰς μόνον εἰλεῖσθαι καὶ παντα‐ χοῦ τῷ θανάτῳ προσπίπτειν.

41

.

3

σχεδὸν γὰρ ὀλίγοι, καὶ λίαν ὡς
εἰκὸς εὐαρίθμητοι, κατὰ τὸ δυτικὸν μέρος τοῦ λιμένος ἑαυτοὺς τῶν τειχῶν ἀκοντίσαντες τὸν κίνδυνον ὑπεξέφυγον·37

41

.

4

καί τινες ἄλλοι τῆς κατὰ τὴν ἀκρόπολιν πύλης λάθρα ὑπεκδραμόντες πρὸ τοῦ τὴν συμφορὰν ὑφεστάναι διεσώσαντο τὴν ζωήν.

41

.

5

οὗτοι δὲ ἦσαν οἱ τῶν Σκλαβή‐ νων ἡγούμενοι, πάλαι προμελετήσαντες τοῦτο καὶ τὰς κλεῖδας τῶν πυλῶν ἐκείνων κακούργως προϋφελόμενοι.

41

.

6

οὓς καὶ ἐχρῆν, τὴν ἀκμὴν τοῦ κακοῦ θεασαμένους, παντὶ τῷ προστυχόντι παραχωρῆσαι τὴν ἔξοδον·

41

.

7

οὕτω γὰρ πολλοὶ τῶν αὐτόθι λαχόντων, πρὸ τοῦ τοὺς βαρβάρους ἐπελθεῖν, τὸν θάνατον ὑπεξέκλιναν ἄν.

41

.

8

οἱ δὲ τοιοῦτον μὲν οὐδὲν οὐδὲ εἰς νοῦν λαβεῖν ἠνέσχοντο·

41

.

9

ἀεὶ δὲ τὸ οἰκεῖον προ‐ ορώμενοι, καὶ ὅπως τὸν κίνδυνον διακρούσονται κἀν τούτῳ διασκεψά‐ μενοι, τὰς πύλας μικρὸν παρανοίξαντες καὶ τὴν ἐπεκδρομὴν τομῶς ποιη‐ σάμενοι, ἕνα τινὰ τῷ τόπῳ καταλιπόντες πρὸς τὸ μετὰ τὴν ἐκείνων
5ἔξοδον καὶ αὖθις ταύτας συγκλεῖσαι·

41

.

10

οὕτω τῆς πάντων ἐπεβου‐ λεύσαντο σωτηρίας καὶ τότε, πρόφασίν τινα δολίαν πλασάμενοι, ὡς οὐ πρὸς φυγὴν ἐκτρέπονται, πρὸς ὑποδοχὴν δὲ μᾶλλον τῶν Στρυμο‐ νιτῶν συμμάχων, τοῦ στρατηγοῦ δῆθεν τοῦτο προστάξαντος.

42

.

1

Οὐ πολὺ δὲ τὸ ἐν μέσῳ, καὶ ξιφήρεις οἱ βάρβαροι ταῖς πύλαις ἐπέ‐ στησαν, καὶ οὐκέτι δυνατὸν ἦν οὐδὲ προσβλέψαι μόνον ἐκτὸς ἀκινδύ‐ νως τινά, μή τί γε τὸν κίνδυνον ὑπαλύξαι.

42

.

2

κἀγὼ γὰρ αὐτὸς σὺν τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς (δύο δέ μοί εἰσιν οὗτοι νεώτεροι, τῆς ἐμῆς ἡλικίας ὑποβεβηκότες, οἱ μέχρι τοῦ δεῦρο τῆς τε φρουρᾶς καὶ τῶν λοι‐ πῶν ἀλγεινῶν μοι συγκοινωνοῦντες) κατ’ αὐτὴν τὴν ὥραν παρόντες
5εὑρέθημεν ἐν τῷ τόπῳ μετὰ καί τινων ἄλλων τῶν ἀπὸ τῆς πόλεως οὐκ ὀλίγων.

42

.

3

καὶ ὡς ἤδη τὴν πονηρὰν ἐκείνην ὑπέστημεν ἐπιβουλήν (μετὰ γὰρ τὸ πραχθῆναι τὴν σκῆψιν τὸ συμβὰν ἐπεγνώκειμεν), ὀπισθ‐ όρμητοι πάντες, ἕκαστος ἡμῶν ὡς εἶχε τάχους, πρὸς τὴν πόλιν συνη‐ λαυνόμεθα, ἄλλος ἀλλαχῇ διαιρεθέντες, καθὼς ἂν ἦγεν ἡ συμφορά, τοῦ
5φόβου διατιθεῖσα τὰ σχήματα.

42

.

4

ἔδοξεν οὖν τῷ τε πατρὶ καὶ ἡμῖν, μήπω πεφθακότων πρὸς ἡμᾶς τῶν βαρβάρων, εἴς τινα πύργον τῶν κατὰ τὸ ἐνδότερον τεῖχος ἀνιέναι τέως καὶ μὴ τῷ πλήθει συναναμίγνυ‐ σθαι, ὡς ἂν τῶν πολεμίων τυχὸν ἐπιστάντων, τῶν ἄλλων διαιρεθέντες
5καὶ μόνοι τούτοις κατὰ τῶν ἐπάλξεων ἐντυγχάνοντες, δυνηθῶμέν τινα πρεσβείαν τούτοις προσαγαγεῖν καὶ τὴν ζωὴν ἑαυτοῖς διασώσασθαι.

42

.

5

ὃ δὴ καὶ γέγονε τῇ θεϊκῇ προνοίᾳ.

42

.

6

τὸ δ’ ὅπως καὶ μεθ’ οἵας παρα‐ δοξοποιοῦ δυνάμεως, λέξων ἔρχομαι.

43

.

1

Ἀνήλθομεν ἐν τῷ τείχει σπουδῇ θέοντες κατά τινα πρόβολον
ἀντικρὺ τοῦ ἐκεῖσε σεβασμίου σηκοῦ τοῦ πρωτοκλήτου τῶν ἀποστό‐ λων Ἀνδρέου.38

43

.

2

πέντε δὲ ἦμεν οἱ πάντες ὁμοῦ, ὁ πατὴρ ὁ ἐμὸς κἀγὼ σὺν τοῖς ῥηθεῖσι δυσὶν ἀδελφοῖς καί τις ἕτερος μετέχων καὶ αὐτὸς τῆς ἡμῶν ἀγχιστείας, κληρικοὶ πάντες καὶ τῷ τῶν ἀναγνωστῶν διαπρέ‐ ποντες τάγματι.

43

.

3

μικρὸν οὖν αὐτόθι καθησυχάσαντες καὶ καθ’ ἑαυ‐ τοὺς λογιζόμενοι τὸ ἐφεστὸς τῆς μαχαίρας τέλος ἠρχόμεθα τῶν γόων, ἕκαστος τῆς τε οἰκείας ψυχῆς καὶ τῆς ἐξ ἀλλήλων καταστενάζοντες διαιρέσεως.

43

.

4

καὶ πρῶτος ἐξῆρχε θρηνῶν ὁ πατήρ, ἤδη προβεβηκὼς ὢν καὶ πολλὴν περὶ τὸ λέγειν ἐπιστήμην ἐξησκημένος,

43

.

5

„φεῦ μοι“ λέγων, „ὦ τέκνα πολυπαθῆ, ἐν τίσι νῦν περιελήφθην, καὶ τίνι ταῦτα ἀπέκειτο τῇ δυστήνῳ μου ταύτῃ καὶ ταλαιπώρῳ ζωῇ, ἵν’ οὓς κατὰ διαφόρους ἀπέτεκον χρόνους καὶ τῇ γενέσει παρέθηκα, ὑφ’ ἓν ἴδω τὴν
5τελευτὴν ὑπερχομένους, καὶ μηδ’ ὅπερ τοῖς ἀτυχοῦσίν ἐστι συγκεχωρη‐ μένον, σχολὴν ἄγων ἀξίως τοῦ πάθους ὀδύρασθαι.

43

.

6

συνεκάλεσα γὰρ ἂν πρὸς τὸ κοινὸν τοῦτο καὶ ἀπαρηγόρητον πένθος καὶ αὐτὰ τὰ ἄψυχα τῶν κτισμάτων κοινωνῆσαί μοι τοῦ πάθους καὶ τὴν συμφορὰν συμμε‐ ρίσασθαι.

43

.

7

οὐδὲ γὰρ οἱ πάντες τῶν ὁμοπατρίδων ἄλλως ἄγουσιν ἢ ἐγώ, ἕκαστός τινα τῶν οἰκείων ἀπεκδεχόμενος καὶ τῆς ἑτέρου συμπα‐ θείας ἐπιδεόμενος.

43

.

8

ἐμοὶ γὰρ δύο δεινὰ συνέβη κατὰ ταὐτό, ὅ τε ψυχικὸς κίνδυνος ἐν ἁμαρτίαις τὴν ζωὴν δαπανήσαντι, καὶ ὁ ἐξ ὑμῶν οὗτος ἀπροσδόκητος χωρισμός, ὃν οὕτως οὔποτε προσεδόκησα,

43

.

9

ἀλλ’ ἀεὶ δι’ ἐντεύξεως εἶχον ὑφ’ ὑμῶν καλυφθῆναι τὰ βαρυπενθῆ ὄμματα ταῦτα, ἵν’ ἐπαναπαυσάμενος ταῖς ὑμετέραις χερσὶ τῷ τάφῳ τῶν πατέ‐ ρων δοθῶ, καὶ ὑμᾶς ἐν ἀσφαλείᾳ καταλίπω τῆς τε μητρὸς γηροκόμους καὶ τοῖς ἔτι κομιδῇ νέοις καὶ τῷ χρόνῳ καθυστερίζουσι δυσὶν ἀδελφοῖς
5ὑμῶν τὰς περὶ τὸ ζῆν ἀφορμὰς προνοήσαντας.

43

.

10

νυνὶ δὲ πᾶσα μὲν τοιαύτη διόλωλεν ἐλπίς, ἐν μέσοις δὲ τοῖς δεινοῖς ἀπειλημμένος ἄωρον ἐκδέχομαι τὴν καθ’ ὑμῶν τελευτήν.

43

.

11

καὶ οὕτω με τετήρηκε τῶν ἀνομιῶν τὸ πλῆθος καὶ εἰς ταύτην τεταμίευκε τὴν ἡμέραν, ἵνα κατ’ ὀφθαλμοὺς ἴδω τὰ φίλτατά μοι τῶν τέκνων βαρβαρικῶν ξιφῶν παρανά‐ λωμα καὶ τὰ παμπόθητα μέλη ταῖς χερσὶ τῶν δημίων ἀνηλεῶς διασπώ‐
5μενα, ὢ τῆς ὀδύνης, οὐδὲ τοῦτο ἀσφαλὲς ἔχων, ὅτι τὸν δύστηνον ἐμὲ πρῶτον ὁ μιαιφόνος τῆς ζωῆς ἀπαλλάξει.

43

.

12

ἦν γὰρ ὡς ἐν συγκρίσει κακῶν τὸ κατ’ ἐμὲ φορητόν·

43

.

13

ὕποπτον δέ μοι τὸ νεάζον καθέστηκε τῆς καθ’ ὑμᾶς ἡλικίας, καὶ τῶν προσώπων τὸ ἀνθηρὸν μαντεύεσθαί με ποιεῖ, πρῶτον τῆς ἀφ’ ὑμῶν τομῆς τοὺς ἐχθροὺς ἐμφορηθέντας, ἐν ὑστέρῳ με πολλοὺς ὑπομεμενηκότα θανάτους καὶ καθ’ ἕνα ὑμῶν ἀθλήσαντα,
5οὕτω τοῖς ὑμετέροις αἵμασι συμφυραθῆναι.39

44

.

1

Ἀλλὰ γὰρ ἔλαθον ἐμαυτόν, ὦ φίλτατα τέκνα, πόρρω τοῦ δέον‐ τος πλανηθεὶς καὶ ἅπερ οὐκ ἔδει τοῖς θρήνοις συνεξειπών.

44

.

2

νενίκημαι γὰρ τῷ κακῷ, καὶ ἡ πάνδημος συμφορὰ καταστενάξαι τοῦ καιροῦ καὶ τῶν πραγμάτων καὶ ἄκοντά με παρεβιάσατο.

44

.

3

τίς γὰρ ἂν καὶ λιθίνην ἔχων καρδίαν, τῷδε τῷ πάθει συνεπαρθείς, ἑαυτὸν καὶ τοὺς ἀμφ’ αὐτὸν τοσούτῳ κακῷ συσχεθέντας μὴ ἀποδύρηται;

44

.

4

ἀλλ’ οὐδέν ἐστιν ὃ βούλεται καὶ πράττει θεὸς ἐν ἀνθρώποις μὴ πρός τι χρήσιμον τέλος οἰκονομούμενον.

44

.

5

τάχα γὰρ ἀπέκειτο διὰ τὴν μοχθηρίαν ἡμῶν τὸ οὕτως ἀποθανεῖν· καὶ ἰδοὺ κατ’ ὀφθαλμοὺς ἡ τῆς ζωῆς ἐφέστηκεν ἔκτισις, βιαίως τοῖς ξίφεσι τὰς ψυχὰς ἡμῶν ἐκτιννύουσα.

44

.

6

ἀλλ’ οὐκ ἔστιν ἄδικος ὁ συγχωρήσας ταῦτα παθεῖν καὶ τόνδε καθυπενέγκαι βίαιον τοῦ σώματος χωρισμὸν καὶ τὰς εὐθύνας τῶν ἡμαρτημένων κατὰ τὴν μέλλουσαν ἡμᾶς εἰσπραχθήσεσθαι δίκην.

44

.

7

διὸ στῆτε γενναίως, τὴν ἐλπίδα πᾶσαν πρὸς αὐτὸν μόνον ἀπαιωρήσαντες τὸν δυνάμενον ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας.

44

.

8

καὶ κἄν τι δέοι παθεῖν ἀλγεινῶν χάριν τῆς εἰς αὐτὸν πίστεως, ἐνέγκωμεν μύσαντες καὶ μηδὲν φοβηθῶμεν ἀπὸ τοῦ σωματικοῦ τούτου θανάτου, ὃν εἰ καὶ μὴ οὕτως, ἀλλὰ πάντως ἑτέρως καθυπομεῖναι χρεών ἐστι καὶ τῇ γενέσει τὸ ὀφειλόμενον λειτουργῆσαι.

44

.

9

γενέσθω οὖν ἡ τῆς ζωῆς στέρησις εὐχαριστίας ἡμῖν ἀφορμή, ἵνα μὴ θάνωμεν μόνον, ἀλλὰ καὶ ἐπ’ ἐλπίδι τῆς ἐκεῖθεν μακαριότητος.“

44

.

10

ταῦ‐ τα λέγων ἕκαστον ἡμῶν πρὸς τὸν διὰ ξίφους θάνατον ἐπαιδοτρίβει καὶ προθυμίαν παρεῖχε μὴ ἀπευδοκεῖν τὴν τελείωσιν.

45

.

1

Ἐν ὅσῳ δὲ ταῦτα πρὸς ἡμᾶς διελέγετο καὶ συμπεσόντες ἀλλή‐ λοις τὰ τελευταῖα συνεταττόμεθα, ἰδοὺ δὴ καὶ τῶν βαρβάρων κατε‐ φάνησάν τινες ἀνιόντες, τὸν ἀριθμὸν οὐκ ὀλίγοι, Αἰθίοπες τὴν χροιάν, τὰ σώματα γεγυμνωμένοι, ἐσπασμένας ἔχοντες τὰς μαχαίρας, δεινὸν
5ἐξαλλόμενοι καὶ τῇ παραθήξει τῶν ὀδόντων συῶν δίκην τὸ μανικὸν ἐνδεικνύμενοι.

45

.

2

ἐφεστῶτες οὖν τῷ τόπῳ πρῶτον τοὺς μεθ’ ἡμῶν ὑποστρέψαντας ἀπὸ τῆς τῶν πυλῶν κακούργου συγκλείσεως, αὐτοῦ που παρὰ τὸ τεῖχος εἰλουμένους, τοῖς ξίφεσιν ἐκείνοις διεχειρίσαντο·

45

.

3

οἷς οὐδὲν ἦν πρὸ τούτου πλέον μελετηθὲν ἢ μόνον τῇ δεξιᾷ τοῦ δημίου τὸν αὐχένα ὑπέχειν καὶ πρὸς τὴν τομὴν σχηματίζεσθαι.

45

.

4

καὶ ἦν ἰδεῖν τὸ πραττόμενον ἐκπλήξεως γέμον.

45

.

5

εἰ γὰρ τῷ εὐπειθεῖ τοῦ ἑαυτὸν προδόντος καὶ πρὸς τὸν θάνατον ὑποκλίνοντος ὁ φονεὺς κατε‐ νύγη, καιρίαν ἄγων θᾶττον αὐτὸν τῶν ἀλγηδόνων ἀπήλλαττεν·

45

.

6

εἰ δὲ μὴ ἐμαλάχθη τὴν λιθώδη καρδίαν, ἀλλ’ ἤθελεν ἐντρυφᾶν τῆς μανίας, μᾶλλον τοῖς τῶν ἁλόντων ἀτυχήμασι τὸν θυμὸν διεγείρων, μεληδὸν κατῄκιζε τὸ προστυχὸν σῶμα καὶ πολλῶν θανάτων φορὰν ἐν μιᾷ συμ‐
40
5φορᾷ τῷ δειλαίῳ παρείχετο.

45

.

7

οὐδὲν δὲ ἕτερον ἦν ἀκούειν ἐν οὕτω παμπληθεῖ καὶ πολυανθρώπῳ δήμῳ, ἀλλ’ ἢ μόνον τὸν συριγμὸν τῶν ξιφῶν καὶ τῶν τοῦ αἵματος ὀχετῶν τὴν μετὰ βίας ἔκρυσιν.

46

.

1

Οὐ πολὺ δὲ τὸ ἐν μέσῳ καὶ πάντες ἔκειντο, θέαμα πολλῶν ὀδυρμῶν καὶ θρήνων ἐπάξιον.

46

.

2

ὡς δὲ καὶ πρὸς ἡμᾶς ἔφθανεν ἡ τομή (τῷ τείχει γὰρ εἶδον συγκεκυφότας), ἐφώρμησαν ὁμοθυμαδὸν καθάπερ εἴς τι πρόχειρον θήραμα.

46

.

3

φθάσαντες δὲ πλησίον τὴν ὁρμὴν ἐπέ‐ σχον.

46

.

4

ἦν γὰρ ὁ ῥηθεὶς ἐν τῷ μεταξὺ πύργος, δι’ οὗ διελθεῖν ἔμελλον καὶ πρὸς ἡμᾶς γενέσθαι, ὃς πάλαι ἦν τὸ ἔδαφος ἅπαν ξύλοις ἐστρω‐ μένος, ἅτινα τῷ χρόνῳ σαπέντα καὶ διαρρεύσαντα οὐκ ἀσφαλῆ παρ‐ εῖχον τὴν ἐκεῖθεν διάβασιν·

46

.

5

δύο γὰρ μόνα κατὰ μέσον ξύλα ἐναπῃώ‐ ρηντο, δι’ ὧν οἱ ταύτην διερχόμενοι ὑπότρομον τὴν πάροδον ἐπεποί‐ ηντο.

46

.

6

τὸ ἀμφίκρημνον οὖν τοῦ κινδυνώδους τόπου κατιδόντες οἱ βάρβαροι ἐφώρασαν μή πως ἐν μέσῳ τῶν ξύλων γενομένων αὐτῶν λάθωμεν τέχνασμά τι πεποιηκότες εἴσω τοῦ πύργου καὶ κρημνισθῆναι τούτους παρασκευάσωμεν, εἰς ὕψος ἐπῃρμένου πολὺ καὶ χαλεπὴν τὴν
5πτῶσιν ἐπαπειλοῦντος.

46

.

7

τοῦτο δὲ ὁ τῶν θαυμασίων θεὸς ταῖς αὐτῶν διανοίαις ὑπέβαλεν·

46

.

8

εἰ γὰρ ἅμα τῷ πρὸς ἡμᾶς γενέσθαι τομῶς τῆς διαβάσεως κατετόλμησαν, οὐδὲν ἧττον καὶ ἡμεῖς τῶν κειμένων τὸν ὄλεθρον ὑπεμένομεν.

46

.

9

τῆς σχολῆς τέως τῆς τῶν λογισμῶν αὐτῶν διαιρέσεως, τοῦ φόβου τὰς ψυχὰς ἕκαστος ἡμῶν περιάραντες, εἴ τι καὶ δέοι πράττειν τῷ καιρῷ χρήσιμον ταῖς φρεσὶ κατεμεριζόμεθα.

46

.

10

ὡς οὖν εἶχον ἐγὼ τάχους ἀναπηδήσας καὶ θανάτου καταφρονήσας καὶ μηδ’ ὅ τι κατὰ κόρρης ἐφέστηκε τὸ παράπαν εἰς νοῦν θέμενος, κατ’ αὐτὴν γενόμενος τοῦ πύργου τὴν εἴσοδον ἔμελλον διὰ τῶν ξύλων πρὸς τοὺς
5βαρβάρους χωρεῖν.

46

.

11

οἱ δ’ ἐπειδὴ οὕτω με θαρσαλέως πρὸς αὐτοὺς κατεῖδον αὐτομολήσαντα, ἄοπλον μὲν καὶ πρὸς ἄμυναν οὐδὲν ἐπιφε‐ ρόμενον, ἔχοντα δέ τι σπουδαῖον εἰπεῖν, ἐπῆλθον καὶ αὐτοὶ στοιχηδὸν ἀλλήλους συντάξαντες καὶ τὰς δεξιὰς ἀνατείναντες, τάς τε μαχαίρας
5κατὰ τῆς ἐμῆς κορυφῆς ἐπαγαγεῖν σχηματισάμενοι.

46

.

12

ὡς δ’ οὐδὲ τοῦτό με τέως καταπτῆξαι πεποίηκεν (ὅλον γὰρ εἶχον τὸν νοῦν πρὸς ἅπερ ἤθελον λέγειν ἠσχολημένον), εἷς τις τῶν Αἰθιόπων, καὶ τούτων μάλιστα ὁ γενναιότερός τε καὶ εὐτολμότερος, μεγέθει τῶν λοιπῶν διενη‐
5νοχώς, κατ’ ἐμὲ γενόμενος ἐπεχείρει μοι τὴν μάχαιραν κατενεγκεῖν τῷ μετώπῳ.

46

.

13

ἐγὼ δὲ τὰς χεῖρας ἀνασχών „μὴ τοῦτο πράξῃσ“ εἶπον,
„ἐπεὶ πολλῶν χρημάτων σεαυτὸν καὶ τοὺς περὶ σὲ ζημιοῖς.“41

47

.

1

Οὕτως ἔτυχον εἰπών, καὶ τῷ πεπαρρησιασμένῳ τοῦ σχήματος τὴν ὁρμὴν τοῦ Αἰθίοπος τέως πρὸς τὸ μὴ τὴν τομὴν ἐνεγκεῖν ἀνακόψας, τὴν λαιὰν δὲ τῶν χειρῶν ἐγκρύψας εἴσω τοῦ κόλπου καί τινα χρύσεα κόσμια τὸ τάχος ἐξενεγκὼν καὶ τῇ παλάμῃ τούτου ἐνθέμενος, „ἔστωσάν
5σοι ταῦτα“ ἔφην „ἐνέχυρα τῆς ζωῆς τῆς ἐμῆς.

47

.

2

εἴπερ δὲ πολὺ πλείονα τούτων εὐπορῆσαι βούλει, τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς, ἀλλὰ καὶ τἀδελφῷ τοῦ πατρόσ“, ἐπιστραφεὶς καὶ τούτους ἐν ᾧπερ ἦσαν τόπῳ τῷ δακτύλῳ καθυποδείξας, „τὸ μὴ θανεῖν κατεγγύησαι, καὶ παρέξομαί σοι χρήσιμα
5δῶρα, τῇ προσδοκίᾳ ὑμῶν ἔν τισιν ἀφανέσι τόποις προαποτεθειμένα, οὓς ἡμεῖς τε μόνοι διαγινώσκομεν καὶ ὑμῖν προθύμως σωτηρίας τυγ‐ χάνοντες ὑποδείξομεν.

47

.

3

εἰ δέ γε θάνωμεν, διόλωλεν ἐκεῖνα, τάς τε ὑμῶν διεκφυγόντα χεῖρας καὶ τῆς ζωῆς τῆς ἡμετέρας συναπολήξαντα,“

47

.

4

τούτοις τὸν θυμὸν παρακατασχὼν τοῦ βαρβάρου, καὶ τῇ ἐπιδόσει τῶν κοσμίων εἰς ὑπόνοιαν ὧν φθάσας εἶπον τὴν διάνοιαν αὐτοῦ ἐμβαλών, ἐν οἷς ποικίλως ἑαυτὸν πρὸς ἱκεσίαν κατεσχημάτιζον.

47

.

5

οὐδὲ γὰρ ᾔδει βάρβαρος ὢν ἃ πρὸς αὐτὸν διελεγόμην, ἀλλ’ ἢ μόνον ἐφαίνετο θαυμάζων τὴν παρρησίαν καὶ τὸ σεσοφισμένον τῆς πληροφορίας παντὶ τρόπῳ κατενεργούμενον.

48

.

1

Ἐν τούτοις ἕτερός τις ἐγγύθεν ἐλθὼν ἀφῆκε φωνήν, „τί ταῦτα οὕτως ποιεῖς, καὶ τὸν Αἰθίοπα ταῖς ἱκεσίαις παρακατέχεις, ἐξὸν εἰπεῖν πρὸς ἐμέ; καὶ εἴ τι καὶ δέοι, συναντιλήψομαί σοι.“

48

.

2

ἐγὼ δὲ τὸ πλέον θαρσήσας καὶ τῇ τοῦ ἀνδρὸς παρουσίᾳ πρὸς τὸ εὐθυμότερον μετατε‐ θεὶς ἀνέκραγον, „σῶσον“ εἰπών, „ὅστις εἶ, πρὸς θεοῦ ἡμῖν ἐν τούτοις χρειωδῶς ἀπεσταλμένε, καὶ τῆς παρούσης ἀνάγκης ἐξάρπασον.

48

.

3

λήψῃ δὲ παρ’ ἡμῶν ταύτης τῆς χάριτος ἕνεκεν ἄξια τῆς ζωῆς ἡμῶν λύτρα, καὶ ὧν οὐδὲν ἐξ ἴσου κατὰ πᾶσαν ἣν ἥλωτε τήνδε τὴν πόλιν ἐν ἄλλοις τισὶν εὑρεθήσεται.“

48

.

4

ἐκεῖνος οὖν „θαρσεῖτε“ ἔφη, „καὶ τοῦ θανάτου τῆς ἐννοίας ἀπόσχεσθε, καὶ πρὸς τὸ εὐθυμότερον ἑαυτοὺς μεθαρμόσατε.

48

.

5

ἐγὼ δέ“ φησι „καὶ τοὺς Αἰθίοπας πείσω τὰ αὐτά μοι συνθέσθαι, καὶ μέχρις αὐτοῦ τοῦ καθηγουμένου παντὸς τοῦ στρατοῦ ὑμᾶς ἀπάξω πρὸς τὸ καὶ ὑπ’ ἐκείνου λαβεῖν τὴν περὶ τοῦ ζῆν πληροφορίαν.

48

.

6

μόνον αὐτοὶ τὰ ὑποσχεθέντα πληρῶσαι πρὸς ἀλλήλους διανοήθητε· εἰ γάρ τι τῶν παρ’ ὑμῶν λεχθέντων μὴ πρὸς ἔργον ἀχθῇ, ταῖς μαχαίραις ταύ‐ ταις κριθήσεται.“

48

.

7

ὡς οὖν ταῦτα ἔλεγεν, εὐθὺς ὁ πατὴρ ὁ ἐμὸς σὺν τοῖς ῥηθεῖσι δυσὶν ἀδελφοῖς καθ’ ἡμᾶς γενόμενοι, καὶ τοῖς ποσὶ τούτου τὰς κεφαλὰς προσερείσαντες, ἐδέοντο τὴν αὐτὴν ἐμοὶ πληρο‐ φορίαν λαβεῖν, βεβαιούμενοι πληρώσειν ἑτοίμως ὅσα ἐγὼ προκατ‐
5εῖπον.

48

.

8

θᾶττον οὖν ἐκεῖνος πάντα ἃ παρ’ ἡμῶν ἠκηκόει ταῖς τῶν ἄλλων ἐνθέμενος ἀκοαῖς, καὶ τούτῳ μάλιστα ᾧ κατ’ ἀρχὰς ἐγὼ περιέτυχον ἕκαστα προσειπών, λόγον τε πείσας ἔνορκον ἡμῖν παρασχεῖν, οὕτως μηδὲν παρῄνει τοῦ λοιποῦ δεδιέναι.
42

49

.

1

Συλλαβόμενοι δὲ ἡμῶν καὶ τοῦ τείχους καταβιβάσαντες, εἰς μέσους τε αὐτῶν διαλαβόντες, ἦγον τὴν ἐπὶ θάλασσαν, ἐπάνω τῶν σωμάτων τῶν ἤδη ἀναιρεθέντων βαδίζοντες.

49

.

2

τῆς οὖν εἴσω πόλεως τὴν πύλην ἐμβάντες οὐ κατευθὺ τὴν πορείαν ἐποιούμεθα, ἀλλὰ τῷ ὑπτιάζοντι μέρει τραπέντες τοῦ ἐκεῖσε βουνοῦ πρὸς τὸ κάταντες ἐφε‐ ρόμεθα.

49

.

3

ἔνθα καί τινες ἄλλοι κατεφάνησαν ἀνιόντες Αἰθίοπες, καὶ αὐτοὶ μαχαίρας κατέχοντες ταῖς χερσίν, οἳ καὶ μέσον τῶν ἤδη χειρωσα‐ μένων διειλημμένους ἑωρακότες ἡμᾶς τῇ φυσικῇ μανίᾳ πληγέντες ὥρμη‐ σαν ἀναιδῶς, πόρρωθεν δεικνύμενοι τοῦ κινοῦντος θυμοῦ τὴν ἐπίτασιν.

49

.

4

ἀλλ’ ἐπειδὴ καθ’ ἡμᾶς γεγονότες ἔγνων μηδὲν ἡμῖν ἐπενεχθῆναι δεινὸν τοὺς ἤδη προειληφότας σπουδάζοντας, ἐν ἑαυτοῖς σκεδασθέντες ὑπαν‐ εχώρησαν.

49

.

5

εἷς δέ τις αὐτῶν ἀναιδέστερος τῶν ἄλλων ὡς εἰκὸς καὶ θρασύτερος, ὡσεί τις ὑλακτικὸς κύων μεμηνὼς κατηκολούθει, καί τινα πλῆξαι τῇ μαχαίρᾳ δολερῶς ἐτεκταίνετο.

49

.

6

ἕνα γάρ τινα τῶν ἑλόντων ἡμᾶς ἑαυτὸν εἶναι προσποιησάμενος ἔλαθεν, οὐκ οἶδ’ ὅπως, ὑποσῦραι τῶν ἄλλων ἐμὲ καὶ μικρὸν ἀποστὰς ἀνελεῖν ἐπεχείρει.

49

.

7

ἀνῴμωξα οὖν εὐθύς·

49

.

8

ὁ δὲ πατὴρ ὁ ἐμὸς τεταραγμένος συστραφείς (καὶ γὰρ ἔτυχον σὺν αὐτῷ βαδίζων) ὡς τῷ θανάτῳ με παρεστῶτα κατεῖδε καὶ τὸν δήμιον βρύχοντα μέλλοντά τε τὸ ξίφος τῷ τραχήλῳ μου βάπτειν, κατέχοντα τῶν τριχῶν, τὸν ἤδη περισωσάμενον ἡμᾶς τοῦ πρῴην κιν‐
5δύνου ἐγγύθεν ὄντα τῇ χειρὶ νύξας, καὶ σπουδῇ τὸ δρᾶμα καθυποδεί‐ ξας,

49

.

9

„τί ὅτι“ ἔφη „καὶ δι’ ἣν αἰτίαν τοῦ ἐμοῦ παιδὸς κατεψηφίσασθε θάνατον, τῶν πρὸς ἡμᾶς ἀλογήσαντες ὑποσχέσεων;

49

.

10

εἰ οὖν αὐτὸς θάνοι, οὐδ’ ἡμῖν λυσιτελής ἐστιν ἡ ζωή.

49

.

11

ἀλλ’ ἐξελοῦ τοῦτον τοῦ κατέχοντος, εἴ τις καὶ περὶ ἡμῶν σοι φροντίς· εἰ δὲ μή, τῷ ἐκείνου λύ‐ θρῳ σπεῖσον καὶ ἡμᾶς.

49

.

12

οὐδὲ γὰρ διῃρημένην φέρομεν ἐξ ἀλλήλων ὑπομεῖναι τὴν τελευτήν.“

49

.

13

εὐθὺς οὖν θορυβηθέντα ἐπὶ τούτοις ἐκ‐ δραμεῖν τὸν ἄνθρωπον, καὶ ἐπιστάντα τῷ τόπῳ τὴν δεξιὰν κατασχεῖν τοῦ βαρβάρου τεταμένην οὖσαν καὶ τὴν σφαγὴν σχηματίσασαν.

49

.

14

ὃς καὶ ἐπισχεθείς, ὡς μὴ δυνηθεὶς τὸ δοκοῦν ἐκτελέσαι, πρὸς πλείονα ἐξῆπτο θυμόν· καὶ φρίξας τὰς σιαγόνας τούς τε ὀφθαλμοὺς στρεβλώσας
καὶ τοὺς ὀδόντας κροτήσας (τοῦτο γὰρ βαρβάρων ἔθος), φόνιόν τι43
5καὶ βλοσυρὸν ἐνιδών, ἐπεχείρει τοῦ κατέχοντος ἑαυτὸν ἀπορρῆξαι καὶ αὖθίς μοι ἐπελθεῖν.

49

.

15

οὐκ εἴα δὲ τοῦτον ἐκεῖνος ὁ πρὸς θεοῦ πεμφθεὶς ἡμῖν ἐν καιρῷ σωτήρ, ἀλλὰ πάσαις αὐτὸν κολακείαις μετατρέπειν ἐμη‐ χανᾶτο.

49

.

16

ὡς δ’ οὐδὲν ἠνύετο τούτοις πλέον αὐτῷ, μᾶλλον ἐκείνου τῷ θυμῷ διεγειρομένου καὶ φόνον ἐρευγομένου, ὡς καὶ λαθεῖν αὐτὸν ἅπαξ κατὰ τοῦ νώτου μου τὴν μάχαιραν αἴφνης κατενεγκεῖν καὶ πλῆξαι πληγὴν μανίας πλήρη, τὴν καὶ μέχρι νῦν δεικνῦσαν τῆς δεξιᾶς τὴν
5ἐπίτασιν, ἀθρόον πρὸς τὸ ὀργιλώτερον ἑαυτὸν ἀλλοιώσας ὁ θαυμάσιος ἐκεῖνος ἀνὴρ καὶ τὸν Αἰθίοπα στερρῶς ὠθίσας, ἐμέ τε συναρπάσας ἤδη παρὰ πόδας ἑστῶτα καὶ τῷ τῆς ὠτειλῆς περιρρεόμενον αἵματι, δρο‐ μαίως τὸ τάχος πρὸς τοὺς ἑταίρους ἐχώρει.

50

.

1

Ὡς οὖν μετὰ τοῦ πλήθους γενόμενος καὶ αὖθις ἐγώ, καὶ τόδε τὸ κακὸν διαδράς, τὴν εὐχαριστίαν πρὸς τὸν θεὸν ἐποιούμην, λαβόμενός τε σχολῆς τὴν τοῦ νώτου πληγὴν κατενόουν, αἰφνιδίου πάλιν δευτέρας πληγῆς ἐπῃσθόμην, πλέον ἢ πρότερον ὀδύναις βληθείς.

50

.

2

ὁ γὰρ τολ‐ μηρὸς ἐκεῖνος, οὐκ οἶδ’ ὅθεν ἄλλοθεν ἐπιστάς, ὤθισέ μοι κατὰ πλευρὰν ἐκ τῆς ὀπίσω τὸ ξίφος, δεινὸν ἀλαλάξας καὶ τὸ ἀκάθεκτον τοῦ τρόπου τῇ φωνῇ παραστήσας.

50

.

3

ὡς εἰπεῖν συνόντι μοι τῷ ὑπερμαχοῦντι ἀνδρὶ „τίνος χάριν τῆς ἐμῆς μόνης ζωῆς ἠφειδήσατε καὶ τῷ βαρβάρῳ τούτῳ“ συστραφεὶς καὶ τὸν Αἰθίοπα δείξας „πρὸς θάνατον ἐκδεδώκατε;

50

.

4

τοῦτο γνόντες ἔστε, ὡς εἰ μὲν κοινῇ πάντες, οὓς τοῖς ὅρκοις ἐβεβαιώ‐ σασθε, τὸν θάνατον διαφύγοιμεν, πέρας λάβοι καὶ ἅπερ ἡμεῖς ὑπεσχό‐ μεθα· εἰ δ’ ἑνί γέ τινι τύχοι δι’ ἀμέλειαν ἐπιστὰς θάνατος, πάντες τῷ ἐκείνου πτώματι τὴν ζωὴν συμπεράνωμεν καὶ οὐδενὸς ὑμεῖς τῶν ἐλπι‐
5ζομένων ἐντεύξησθε.

50

.

5

ἀλλ’ εἴπερ μὴ πρὸς ἀπάτην ἀλλ’ ἀληθὴς γέ‐ γονεν ὁ διὰ μέσου προτεθεὶς ὅρκος, πάσῃ μηχανῇ τὸ ἀσφαλὲς ἡμῖν συντηρήσατε, καὶ εὖ ἴστε πάντα καὶ ἡμᾶς πληρώσειν ὅσα πρὸς ὑμᾶς συνεθέμεθα.“

50

.

6

ταῦτα ἐκεῖνος ἀκηκοὼς καὶ τοῖς περὶ αὐτὸν γνωρίσας ἔπεισε πάντας ἐφορμήσαντας κατὰ τοῦ δυσμενοῦς μακρὰν αὐτὸν ἀπε‐ λάσαι· οἳ δὴ καὶ κυκλώσαντες ἡμᾶς ἔκτοτε σχολαιοτέρως ἐβάδιζον.

51

.

1

Ἤλθομεν δὲ κατά τινα τόπον ἔνθα μονή τίς ἐστι παρθένων ἀσκουσῶν γυναικῶν, ἥτις πάλαι τοῦ Ἀκρουλλίου κατονομάζεται.

51

.

2

καὶ πάλιν ἄλλῃ τινὶ κουστωδίᾳ βαρβάρων ἐντυχόντες κατὰ τὴν προαυλαίαν οἱ μεθ’ ἡμῶν βάρβαροι καί τι μικρὸν συστάντες αὐτοῖς ἔδοξαν εἴσω χωρεῖν ὥς τι σπουδαῖον τοπάσαντες ἐφευρεῖν.

51

.

3

συνειπόμεθα δὲ τούτοις καὶ ἡμεῖς, τοὺς παρόντας ὑποβλεπόμενοι καὶ μή πω τὰς ψυχὰς τῆς προτέρας σκοτοδίνης ἀπαγαγόντες.
44

51

.

4

ὡς οὖν εἰσῄειμεν τοῦ ναοῦ τὰ προπύλαια ὃς τοῦ ἁγίου ἐπικέκληται Γεωργίου, ὁρῶμέν τινα βάρβαρον σκιμποδίῳ ἐγκαθεζόμενον, ἀνασπάσαντά τε τὰς ὀφρύας ξίφος τε κατέχοντα γεγυμνωμένον, καὶ ἀτενὲς τοὺς ἑστῶτας βλέποντας
5εἰς αὐτόν, εἴ τι καὶ βούλοιτο πράττειν, ἑτοίμους εἶναι ταῖς ὁρμαῖς ὑπεμφαίνοντας.

51

.

5

ὡς οὖν κατ’ αὐτὸν ἐγενόμεθα, ἤρετο τοὺς περὶ ἡμᾶς τίνες ἐσμὲν καὶ ποίᾳ προφάσει τὸν θάνατον διεφύγομεν.

51

.

6

οἱ δὲ πάντα συντόμως ἐξεῖπον, καὶ τῶν νώτων ἡμῶν λαβόμενοι πρηνεῖς τοῖς ποσὶν αὐτοῦ τῷ ἐδάφει προσέρρηξαν.

51

.

7

ὁ δὲ τὸ ξίφος, ὅπερ ἔτυχε ταῖς χερσὶ κατέχων, ἑτέρως ἢ ὡς πέφυκε τέμνειν ἀνθυποστρέψας, ἐπά‐ ταξε ταῖς κάραις ἐφάπαξ καθ’ ἕνα ἡμῶν.

51

.

8

εἶτα ἀνίστασθαι καὶ θαρ‐ ρεῖν ἐκέλευε, καὶ „τοῦτό“ φησι „τῆς ἀσφαλείας τεκμήριον ἔχοντας μηδὲν τοῦ λοιποῦ δεινὸν ὑμᾶς ὑποπτεύειν παρεγγυῶ.“

51

.

9

τοῖς παρ‐ εστῶσι δὲ βαρβάροις τοῦ ναοῦ τὰς πύλας, αἳ τέως ὑπῆρχον κεκλει‐ σμέναι, προστάξας ἀναρριπίσαι, τῆς καθέδρας ἐξαναστὰς καὶ τὸν ἐμὸν πατέρα τῇ λαιᾷ ταῖν χεροῖν, τῇ ἑτέρᾳ δὲ τῶν ἀπ’ ἐμοῦ δύο ἀδελφῶν
5ἕνα κατέχων, ἔνδον εἰσῄει τοῦ σεβασμίου σηκοῦ.

51

.

10

ὁ δὲ ἦν ἅπας πεπληρωμένος ἐλεεινῶν ἀνθρώπων ἐν αὐτῷ προκαθειρχθέντων, τρια‐ κοσίων περί που τὸν ἀριθμόν, ὡς ἐν ὑστέρῳ κατεμανθάνομεν.

52

.

1

Οὐκ ὀλίγον δὲ καὶ μιαιφόνων πλῆθος τῷ δυσμενεῖ συνεισῆλθεν.

52

.

2

ἀλλ’ ἐκεῖνος εὐθὺς εἰσπηδήσας ἀνῆλθεν ἐπάνω τοῦ καθηγιασμένου βωμοῦ, ἐν ᾧ παρὰ τῶν ἱερέων ἡ μυστικὴ τελεῖται λατρεία·

52

.

3

καὶ τοὺς πόδας συμπλέγδην ἐν ἀλλήλοις ἀνθυποστρέψας, ὡς ἔθος ἐστὶ τοῖς βαρβάροις, ἐκάθητο γέμων θυμοῦ καὶ ἀπονοίας, τόν τε δῆμον τῶν ἀνδρῶν ἐκείνων περισκοπῶν, καὶ ἅπερ ἐβούλετο δρᾶν, τῇ κακεντρεχείᾳ
5τῶν φρενῶν διοικούμενος.

52

.

4

τὸν ἐμὸν δὲ πατέρα καὶ ἀδελφὸν ἑκατέ‐ ραις διαλαβὼν ταῖς χερσί, καὶ ἡμᾶς αὐτοῦ που πρὸς τῇ εἰσόδῳ φυλάτ‐ τεσθαι παρὰ τῶν ἑλόντων ἐγκελευσάμενος, νεύματι τοῖς βαρβάροις ἀνε‐ λεῖν ἐκείνους προσέταττεν.

52

.

5

οἳ δὴ τὸ τάχος καθάπερ ἀτίθασοι λύκοι θήρας ἐπιτυχόντες, οὕτως ἠπειγμένως καὶ ἀνηλεῶς τοὺς ἀθλίους κατέ‐ τεμον.

52

.

6

ἔτι δὲ τῷ θυμῷ ζέοντες, τί καὶ περὶ ἡμῶν ἐθέλειν αὐτοὺς πράττειν, πρὸς τὸν δεινὸν ἐκεῖνον δικαστὴν ἀπεσκόπουν.

52

.

7

ἀλλ’ ἐκεῖ‐ νος μὲν τῆς καθ’ ἡμῶν αὐτοὺς τέως ἐπιχειρήσεως διεκώλυσεν, ἐδόκει δὲ ἡμῖν αὐτόθι φυλαττομένοις τόν τε πατέρα καὶ τὸν ἐμὸν ἀδελφὸν τοῖς κειμένοις συναναιρεθῆναι καὶ μόνους ἡμᾶς φειδοῦς ἀξιωθῆναι.

52

.

8

πάλιν
ἐκείνοις περὶ ἡμῶν αὐτὸ τοῦτο, τῷ βωμῷ φυλαττομένοις, λογίζεσθαι ἐπήρχετο. πλὴν οὐκ εἴχομεν ᾧτινι πέρατι τὴν περὶ ἀλλήλων στῆσαι ἀμφιβολίαν.45

52

.

9

ὡς γὰρ ἔληξεν ὁ κατ’ ἐκείνους τοὺς δυστυχεῖς φόνος, πεπλήρωτο δὲ τὸ ἔδαφος ἅπαν νενεκρωμένων σωμάτων, μέσον δὲ τούτων ἐλίμναζεν ἡ πλήμμυρα τοῦ αἵματος· οὐκ ἔχων ὅπως ὁ μιαι‐ φόνος ἐκεῖνος πρὸς τὸ ἐκτὸς γένηται, ἄλλο κατ’ ἄλλο τὰ πτώματα τῶν
5κειμένων τοῖς ἑκατέρωθεν τοῦ ναοῦ περιδρόμοις ἐπιτεθῆναι διεκελεύ‐ σατο.

52

.

10

οὗ δὴ καὶ γενομένου θᾶττον εὐθὺς αὐτὸν τοῦ βωμοῦ κατα‐ πηδήσαντα, καὶ πάλιν τὸν ἐμὸν πατέρα καὶ ἀδελφὸν ἑκατέραις χερσὶν ἐναγκαλισάμενον γενέσθαι μέχρις ἡμῶν.

52

.

11

τοσαύτη δὲ ἦν ἡ ἐκδει‐ ματώσασα τὰς ψυχὰς ἡμῶν τῶν θεαμάτων ἐκείνων ἀχλύς, ὧν τε ἐν ἐκείνοις κατείδομεν καὶ ὧν ἐν ἡμῖν αὐτοῖς ἐτοπάσαμεν, ὡς ἐν τοσαύτῃ πανολεθρίᾳ μόνοι διαφυγόντες τὸν θάνατον μηδέν τι τοῦ σκυθρωποῦ
5καθυφεῖναι, ἀλλὰ μόνον τοῖς προσώποις ἀλλήλων ἐνατενίζειν, ὥσπερ ἐκπληττόμενοι καὶ μηδὲ φωνὴν ἀφεῖναι τῷ πράγματι συγχωρούμενοι.

52

.

12

τοὺς πλείονας δὲ τῶν βαρβάρων ὁ σοβαρὸς ἐκεῖνος ἀποτεμόμενος, ἵππῳ ἐπιβὰς ἐφεστῶτι διέπτη ἐκ μέσου ἡμῶν, προστάξας καὶ αὖθις συλλαβεῖν ἡμᾶς καὶ πρὸς τὸν λιμένα τῆς πόλεως σπουδῇ θέειν·

52

.

13

αὐτό‐ θι γὰρ κατασπεύδειν καὶ ἑαυτὸν ἔφη.

53

.

1

Παραλαβόντες οὖν ἡμᾶς ἦγον ὡς τάχιστα, πᾶσαν ἡμῖν παντα‐ χόθεν ἀσφάλειαν περιποιούμενοι.

53

.

2

καὶ πολλαχοῦ τῆς ὁδοῦ περιε‐ πίπτομεν πολλοῖς πλήθεσι τῶν εἰσρεόντων βαρβάρων, πάντων φόνον πνεόντων· καὶ οὐ μικρὸν ἦν ἔργον λανθάνειν τούτους, εἰ καὶ ὅτι ῥώμῃ πολλῇ σωμάτων καὶ οἱ προειληφότες ἡμᾶς Αἰθίοπες ὑπῆρχον ἀνεσταλμένοι,
5καὶ οὐδὲν ἦν ὃ καταπτῆξαι ἢ τῆς ὁρμῆς αὐτοὺς ἐνδοῦναι τὸ παράπαν δυνάμενον.

53

.

3

πλὴν οὐ μετ’ ὀλίγου καμάτου καὶ ἀγωνίας τὸν ῥηθέντα λιμένα τῆς πόλεως κατελάβομεν.

53

.

4

αὐτόθι γὰρ ἔτυχεν ὢν καὶ ὁ τῶν πολεμίων τοῦ στρατοῦ καθηγούμενος, ᾧ δὴ καὶ ἀνηγγέλη τὰ καθ’ ἡμᾶς ὑπὸ τῶν συνόντων βαρβάρων, γνωρισάντων καὶ τὴν αἰτίαν δι’ ἣν μόνους ἡμᾶς ἐκ πάντων τῶν προστυχόντων περιεσώσαντο.

53

.

5

ὃς ἐξ αὐτῆς ἕνα τινὰ τῶν σὺν αὐτῷ τῆς καθέδρας ἐξαναστήσας καὶ τοῖς ἑστῶσιν ἐπισυνάψας τοιαύτην δέδωκε καθ’ ἡμῶν αὐτῷ ψῆφον, ὡς εἰ μὲν ἀληθῆ φανεῖεν ὅσα τοῖς βαρβάροις ἐν τῷ τείχει προϋπεσχόμεθα,
5ἔργοις αὐτοῖς πληρούντων τὰς ὑποθήκας, καὶ φειδοῦς ἀξιωθῆναι καὶ πρὸς αὐτὸν πάλιν ἀνθυποστρέψαι·

53

.

6

εἰ δέ γε μηδὲν τοιοῦτον ἀληθῶς λεχθὲν εὕροιεν, ἀλλ’ ἢ προαπολωλεκότας τὰ χρήματα, ἢ τὸν θάνατον δεδιότας ἅπαντα ψευσαμένους καὶ ὥσπερ τὴν πρώτην ἔντευξιν ἀποκρούσασθαι διὰ τὴν ἀνάγκην τοῦ καιροῦ σοφισαμένους, τοῖς ξίφεσιν ἕνα ἕκαστον
5ἐκεῖσε διελόντας τῆς ζωῆς ἀπαλλάξαι.

53

.

7

παραχρῆμα οὖν καὶ πάλιν
μέσους ἡμᾶς διαλαβόντες ἄγειν ἐπέταττον, ἔνθα δὴ τεταμιεῦσθαί φασιν ὑφ’ ὑμῶν προεδηλώθη τὰ χρήματα, ἐξειπόντες καὶ τὴν καθ’ ἡμῶν ἐξενεχθεῖσαν ἀπόφασιν, καὶ ὡς εἴ τι τυχὸν τῶν λεχθέντων μὴ πρὸς46
5ἔργον ἀχθείη, τοῖς ξίφεσι τούτοις διακριθήσεται.

53

.

8

δέος οὖν ἡμῶν καὶ τότε μᾶλλον ἢ πρότερον ἐπεισῄει, τάχα μή πού τις τῶν οἰκετῶν ἢ τῶν προ‐ πειραθέντων τοῦ τόπου, παραπλησίᾳ περιτυχὼν ἀνάγκῃ καὶ θέλων καὶ αὐτὸς τὸν ὄλεθρον ἐκφυγεῖν, προεσήμανε τὴν δαψίλειαν τῶν κεκρυμμένων,
5καὶ μάτην εὑρέθημεν ἡμεῖς τοσαύταις μηχαναῖς τὴν ἑαυτῶν ζωὴν συντη‐ ρούμενοι.

54

.

1

Ἀλλ’ οὔπω ταῦτα βεβαίως ἔχοντες σκοπεῖν, πεφθάκαμεν τὸν τόπον οὕτως ἔχοντα καθὼς ἐν τῷ καιρῷ τῆς φυλακῆς ἐσημειωσάμεθα·

54

.

2

ὑφ’ ἑνὶ γάρ τινι κρυφιώδει ταμείῳ, ὅσοιπερ ἂν ἦμεν κατὰ συγγένειαν ἀγχιστεύοντες, προαποθεῖναι τὰ ἑαυτοῦ ἕκαστος, ὥσπερ τοῦ μέλλοντος μαντευόμενοι, συμφερόντως ἐβουλευσάμεθα.

54

.

3

οὗ καὶ τὴν ἔξοδον τοῖς βαρβάροις καθυποδείξαντες, ἥτις ἦν λιθίνῃ πλακὶ κατησφαλισμένη, ἱστά‐ μεθα τῶν πολλῶν λογισμῶν τὰς ψυχὰς περιάραντες.

54

.

4

ᾔδειμεν γὰρ μηδὲν τοῦ λοιποῦ δεδιέναι χάριν τῆς ὑποσχέσεως, τοὐναντίον μὲν οὖν καὶ συμπαθείας τυχεῖν τῷ πλήθει τῆς ἐπιδόσεως.

54

.

5

ὡς γὰρ ἐκεῖνοι τῶν κρυ‐ φίων ἐπέτυχον, εὐθὺς ἀπὸ τοῦ ὀργίλου πρὸς τὸ περιχαρὲς μετεβάλλοντο καὶ ἡμῖν διευθυμεῖσθαι προσέταττον.

54

.

6

„τούτοις γὰρ“ ἔφασκον „κατηγ‐ γύησθε τὴν σωτηρίαν, καὶ διὰ τούτων ὑμῖν τὸ ζῆν κεχάρισται σήμερον.

54

.

7

ἀλλ’ ἀπέλθωμεν δὴ καὶ πρὸς τὸν ἡγούμενον τοῦ στρατοῦ, ὡς ἂν καὶ παρ’ αὐτοῦ τελείαν δέξησθε τὴν ἀσφάλειαν.“

54

.

8

ἦγον οὖν πάλιν ἡμᾶς ἐκεῖθεν τὴν ὡς αὐτόν, περιεπίπτομεν δὲ φοβεροῖς τισι καὶ παραδόξοις θεάμασιν.

54

.

9

ἔκειντο γὰρ τὰ σώματα τῶν ἀνῃρημένων ἔτι τοῦ λύθρου ἐναποστάζοντα, φρικτὸν ὅραμα, πᾶσα ἡλικία τῶν ἀνθρώπων μιᾷ ψήφῳ τὸν διὰ ξίφους κατακριθεῖσα θάνατον καὶ μετὰ τῶν ἄλλων καὶ ταφῆς ἀμοιροῦσα.

54

.

10

κατεχεῖτο δὲ κατὰ παντὸς στενωποῦ περιρρέων ὁ οἶνος καὶ τοῖς αἵμασι τῶν πεπτωκότων ἀνακιρνώμενος ἅπαν τὸ ἔδαφος τῆς πόλεως κατεμέθυσκεν.

54

.

11

παριόντες οὖν ἐσκοποῦμεν, καὶ εἴ πού τινα τῶν ποτε γνωρίμων ἢ φίλων μεταξὺ τῶν ἄλλων νεκρῶν ἀπηκριβω‐ σάμεθα, ἠρέμα μόνον τοῖς στεναγμοῖς πρὸς ἀλλήλους τοῦτον διεσημαί‐ νομεν.

54

.

12

σχολὴ δ’ οὐκ ἦν ἢ θρηνῆσαι τοῦτον ἢ χαρίσασθαί τι τῆς ποτε φιλίας τῷ καιρῷ χρήσιμον· ἀλλ’ ἢ μόνον ἄπρακτα τῷ κειμένῳ περιαλγήσαντες πάλιν περὶ τῶν καθ’ ἑαυτοὺς ἐσκεπτόμεθα.

55

.

1

Ἤδη δὲ φθασάντων ἡμῶν τὸν λιμένα παρέστημεν τῷ τυράννῳ, ὅτε καὶ τοὺς τῶν νηῶν ἀρχηγέτας ἐκκλησιάσας τῆς καλουμένης εὐχῆς ἐθρήσκευε τὴν δυσσέβειαν· ὃς μετὰ τὴν συμπλήρωσιν ἐκείνης τῆς τελετῆς ἀχθῆναι ἡμᾶς κατὰ πρόσωπον τοῖς ἐφεστῶσι διεκελεύσατο.

55

.

2

ὡς οὖν ἤχθημεν, ἐπυνθάνετο τὸν πατέρα, „εἰ ἐπίσκοπόσ“ φησι „τυγχάνεις τῆσδε τῆς πόλεως;“
47

55

.

3

ἐτεκμαίρετο γὰρ ὅσον ἐκ τῆς ἐσθῆτος οὐδὲν ἀλλοῖον ἔχειν τοῦ ἀξιώματος.

55

.

4

ὁ δέ „οὔκ εἰμι“ ἔφη „κληρικὸς δὲ καὶ τῆς ἐκείνων εὐχῆς προσδεόμενος.“

55

.

5

ἄλλος δέ τις ἐγγύθεν ἑστώς, ὃς ἦν ἀρχηγὸς τοῦ ἑτέρου στρατοῦ, πρὸς αὐτὸν ἔφη „ἐπίσκοπος μὲν οὔκ ἐστιν οὗτος, κατ’ οὐδὲν δὲ διαφέροντα βαθμὸν ἐκείνοις κεκλήρωται· ἔξαρχον γὰρ αὐτὸν ἴσμεν τῆς Ἑλλάδος ἁπάσης, οὐδὲν τῆς τιμῆς ἐκείνων καθυστερίζοντα.“

55

.

6

„οὗτος δὲ τίς ἐστι;“ τῷ δακτύλῳ σημάνας ἐμέ.

55

.

7

„υἱός ἐστι τοῦδε,“ καὶ αὖθις ὁ παρεστὼς ἔφη, „κληρικὸς καὶ αὐτός, καὶ τῶν ἐν τοῖς οἴκοις τῶν βασιλείων τεταγμένων εἷς.

55

.

8

οὗτοι δὲ ἀδελφοὶ τυγχάνουσι τοῦδε,“ τοὺς ἀπ’ ἐμοῦ δύο παραδηλώσας, „ἄμφω δὲ υἱοὶ τοῦδε τοῦ προεστῶτος, διαφόρως μὲν ἀποτεχθέντες αὐτῷ, ἄγοντες δὲ καὶ διάφορον ἡλικίαν.“

55

.

9

„ὁ δὲ συνὼν αὐτοῖς οὗτος ὁ γηραιὸς τίς ἂν εἴη;“ πάλιν ὁ δεινὸς ἤρετο δικαστής.

55

.

10

„ἀδελφὸς ἐμός,“ προλαβὼν ὁ πατὴρ ἀπεκρίνατο, νεύματι κἀκεῖνον συνθέσθαι πρὸς τὴν πεῦσιν ἀναδιδάξας.

55

.

11

ἐπειδὴ δὲ τούτων ἀκήκοε, καθεσθῆναι πάντας προσέταξε, καὶ ἑαυτὸν τῶν ἄλλων ἀπο‐ τεμόμενος ἡσυχῇ πρὸς ἡμᾶς ἔφη:

55

.

12

„πάσης ὑμᾶς πονηρᾶς ὑποψίας ἐκτὸς εἶναι βούλομαι· τό τε γὰρ ἀόπλους τοῖς εἰληφόσιν ἐντυχεῖν καὶ τὸ νῦν ἐν ὄψεσι ταῖς ἐμαῖς προτεθὲν χρημάτων πλῆθος τὴν ζωὴν ὑμῖν, ἥτις δυσέλ‐ πιστός ἐστι τοῖς πολλοῖς, ἐχαρίσαντο, καὶ οὐκ ἔστιν ὑμῖν ὑπόνοια τοῦ
5λοιποῦ θανάτου ἐξ ἐπιβουλῆς, οὐδέ τις ἄλλη ἐπήρεια παρὰ τῶν ἐμῶν ὑπηκόων.

55

.

13

ἀλλ’ ἄπιτε τὰ συμφέροντα συμβουλεύοντες ἑαυτοῖς, χρηστάς τε παραζευγνύντες ἐλπίδας.

55

.

14

οὕτω γὰρ ἡμᾶς φθάσαι τὴν Συρίαν γενήσεται, καὶ πρὸς τὴν Ταρσὸν εὐθέως πόλιν τῆς Κιλικίας ὑμᾶς διαπέμψω τηρηθησομένους σὺν τοῖς ἐκεῖ φρουρουμένοις μέχρι τῆς προσδο‐ κωμένης καταλλαγῆς, ἀντίλυτρον ἔχοντας τοὺς ὑπὸ τῶν Ῥωμαίων καιροῖς
5οὐκ ὀλίγοις ἑαλωκότας ὁμοεθνεῖς ἡμῶν Ἀγαρηνούς, ὧν ἀφικομένων καὶ ὑμεῖς τῶν δεσμῶν λυθήσεσθε καὶ τὰ οἰκεῖα ἕκαστος ἀπολήψεσθε.“

55

.

15

οὕτως ἔφη, καὶ πρὸς τοὺς ὑφ’ ἑαυτὸν πάλιν ὑποστραφεὶς τὰ περὶ ἡμῶν διεξῄει, βαρβαρίζων τὰ πλεῖστα.

55

.

16

οὐδὲν δὲ τέως ἐλάνθανεν ἡμᾶς, τὸν κατ’ ἀρχὰς περισώσαντα εἰσέτι μέσον ἡμᾶς περιάγοντα καὶ πάντα ἐξ ἐκείνου μανθάνοντας.

56

.

1

Τόπῳ δέ τινι τῇ θαλάσσῃ περικλυζομένῳ καθεσθέντας ἀσφαλῶς ἡμᾶς τηρεῖσθαι προσέταξεν.

56

.

2

οὗ δὴ γενομένου πρῶτον τῆς ἐλπίδος τοῦ θανάτου τέλεον τὰς ψυχὰς μετηγάγομεν καὶ τῇ θεϊκῇ προνοίᾳ τὰ ἑξῆς ἐπετρέπομεν.

56

.

3

ἐπήρχετο δὲ τότε τοῖς λογισμοῖς ἡμῶν, ὥσπερ
ἄρτι τοῦ κακοῦ τὴν ἀρχὴν ἀναθεωροῦσιν, ἡ τῶν οἰκείων φροντίς, νύττουσα τὰς καρδίας ἡμῶν μᾶλλον ἢ τὰ κυκλοῦντα ξίφη, πῶς ἄρα ἢ κατὰ ποῖον τεθνήκασι τρόπον, ἢ τίνες αὐτῶν τοῦ κινδύνου διεκφυγόντες εἰς τὴν ὁμοίαν48
5ἡμῖν ἀπαγωγὴν ἐκρίθησαν.

56

.

4

ὅμως οὐδ’ οὕτως εἴχομεν ἀσφαλῶς περὶ τούτων γνῶναι διὰ τὸ πρόσφατον γεγονέναι τῶν πολεμίων τὴν εἴσοδον, καὶ πάντα μετὰ κραυγῆς ἀσήμου καὶ θορύβου τυγχάνειν, καὶ πολὺ πλῆθος εἴσω τοῦ λιμένος ἐνστρέφεσθαι τῶν τε ἐκ τῆς πόλεως χειρουμένων
5καὶ αὐτῶν δὲ τῶν βαρβάρων, πῇ μὲν ἐγκωμιαζόντων τὰ σκῦλα, πῇ δὲ γυναῖκας καὶ ὑπομάζια βρέφη ἐκ παντὸς τόπου καὶ πάσης οἰκίας βιαίως ἐφελκομένων, ἐλεεινὸν ὀδυρόμενα καὶ τὴν στέρησιν τῶν μητέρων γοερὸν κλαυθμυρίζοντα, ἄλλων τῶν ἀρχόντων τινὰς ἢ τῶν περιφανῶν πλουσίων κατά τινας παραπλησίους ἡμῶν αἰτίας τὸν ὄλεθρον διακρουσαμένους
10ἀνηλεῶς ἐπισυρομένων·

56

.

5

ἤδη γὰρ καὶ αὐτὸς ὁ πρὸς τοῦ βασιλέως σταλεὶς Νικήτας, ἀλλὰ μὴν καὶ ὁ τῆς περιχώρου στρατηγὸς χειρωθέντες ὑπῆρχον ἔν τισι ναυσὶ βαρβαρικαῖς φυλαττόμενοι.

56

.

6

διά τοι ταῦτα οὐδὲν πλέον ἢ πρὸ τοῦδε περὶ τῶν οἰκείων φροντίζοντες ὠφελοῦμεν.

57

.

1

Ἀλλ’ ἦν ἰδεῖν ἐπὶ τοῖς πραττομένοις καί τι καινότερον, τὰς ἡλιακὰς ἀκτῖνας τοῦ κατὰ φύσιν παρατραπείσας καὶ τῷ καύσωνι τῶν πειρασμῶν συνεκταθεῖσαν καὶ τοῦ καιροῦ τὴν ἐπίτασιν, ὡς ἐν ὀλίγῃ ῥοπῇ πελιδνωθῆναι τὰς τῶν ἀνθρώπων ὄψεις καὶ πρὸς τὴν συμφορὰν μετα‐
5βάλλεσθαι, πάντας δὲ ὁμοίως ἐφίεσθαι καὶ ἀπορεῖν ῥανίδος μιᾶς ὕδατος τούς τε ἐντελεῖς τὴν ἡλικίαν καὶ τοὺς ἔτι κομιδῇ νέους, οὐδὲν ἕτερον ἀλλ’ ἢ μόνον ἀναψῦξαι μικρὸν τὴν συνέχουσαν δίψαν ἐπιζητοῦντας, καὶ οὐδὲ τούτου τυγχάνοντας.

57

.

2

ἀλλ’ ἐν τούτοις τὸ τῆς ἡμέρας ἐκείνης περι‐ ῆλθε διάστημα, πάντων προστάξει τοῦ δυσωνύμου θηρὸς κατὰ διαφόρους τόπους σωρηδὸν ὑπὸ τῶν βαρβάρων ἀφορισθέντων, οἷς καὶ φύλακας ἐφήδρευσαν ὑποβλέπεσθαι τούτους διὰ πάσης νυκτός, μή πού τις ἐκ
5μέσου διαδρᾶναι δυνηθείη.

57

.

3

καὶ ἡμῖν δὲ αὐτοῖς ᾧπερ ἦμεν φυλαττόμενοι τόπῳ συμμιγῆναι προσέταξε τῶν ἁλόντων ἄνδρας ὡσεὶ πεντήκοντα, ὧν οἱ πλείους καὶ τραυματίαι ἐτύγχανον, τὰ ἴχνη τοῦ θανάτου τοῖς σώμασι περιφέροντες καὶ μηδὲ τοῖς ἑξῆς θαρρεῖν ἔχοντες·

57

.

4

ἐκ μέσου γὰρ αὐτῶν μέχρι δέκα τὸν ἀριθμὸν λαβόντες ἐναπέσφαξαν, καὶ οὐδὲ τούτοις ὑπῆρχον ἐν ἀσφαλείᾳ αἱ περὶ τοῦ ζῆν τέως ἐλπίδες, ἀλλ’ ἐκλονοῦντο καὶ διεθρύ‐ πτοντο τὴν ὁμοίαν τοῖς κειμένοις ἀπόφασιν περιμένοντες.

57

.

5

ἀλλ’ ἐπειδή, καθὸ λέλεκται, τὰ περὶ τούτων τέλη παρ’ ἑαυτῆς ἔφθασεν ἡ νὺξ δια‐ κόψασα, ἐσόβουν τινὲς τῶν βαρβάρων περιερχόμενοι καί τισι κυμβάλοις κτυποῦντες καὶ ἀλαλάζοντες, ἕως πάλιν ἔφθασεν ἐπιστὰς ὁ ὄρθρος,
5ὀδυνηρὰν προσδοκίαν τοῖς ἐν ὑποψίᾳ θανάτου μεθ’ ἑαυτοῦ κομιζόμενος.49

57

.

6

ἀλλ’ οὐδὲν πλέον ἡ διὰ ξίφους ὡς ἡ διὰ τῆς δίψης πάντας ἀνήλισκεν, ᾗ καὶ σφοδρῶς πιεζόμενοι ἐδεόμεθα τοῖς συνοῦσι κἂν τῶν διερχομένων ὑδάτων τῷ τόπῳ μεταλαβεῖν καί τινος βραχείας μετασχεῖν ἀνοχῆς.

57

.

7

οἱ δὲ πρὸς τοῦτο ἐνένευον, οὐχ ὅτι τινὶ συμπαθείᾳ περὶ ἡμᾶς ἐκέχρηντο (πῶς γὰρ οἱ ταῖς σφαγαῖς ἐντρυφῶντες καὶ θάνατον ἀποπνέοντες;), ἀλλ’ ὅτι τὸ ὕδωρ ἐκεῖνο τῆς πόλεως ὂν ἁπάσης τῶν ἀφέδρων ἀπόρροια ἱκανὸν
5ἦν καὶ δίχα πάσης ἄλλης ἐπιβουλῆς τοὺς μετέχοντας ἀπαλλάττειν.

57

.

8

πλὴν ὡς ἀπὸ χιόνος ἄρτι λυθείσης εἰλικρινὲς καὶ ἡδὺ πόμα, οὕτω μεθ’ ἡδονῆς ἕκαστος τῷ στόματι τὴν σαπρίαν ἐκείνην προσέφερε καὶ τὴν κύλικα τῆς δυσωδίας μέλιτος πλήρη τοῖς λογισμοῖς ὑπελάμβανεν.

58

.

1

Ἐν τούτοις πάλιν ἀπόφασις ἐξήνεκτο παρὰ τοῦ τυράννου, περιέχουσα οὕτως „εἴ τις τῶν συλληφθέντων χρήματά που ταμιευσάμενος ἔχει, παρελθὼν ἐν μέσῳ τούτοις ὠνησάσθω τὴν σωτηρίαν· εἰ δέ τις μηδὲν ἔχων λύτρον τῆς ἰδίας ζωῆς φωραθείη, οὗτος τὴν κεφαλὴν τμηθεὶς
5τῶν ζώντων διαιρεθείη.“

58

.

2

προσέταττε δὲ τοῦτο παρὰ τῶν βαρβάρων ἀκηκοὼς ὡς οὐκ ἄν τινα φειδοῦς ἠξίουν, ὅτε κατ’ ἀρχὰς εἰσήλασαν ἐν τῇ πόλει, εἰ μή που παρ’ αὐτῶν ἐκείνων ἐβεβαιοῦντο ἔχειν αὐτοὺς ἐν ἀποκρύφοις χρήματά τινα πᾶσαν δυνάμενα διαφυγεῖν ἔρευναν.

58

.

3

ὅσοι δὴ οὖν τῶν ἑαλωκότων ὑπῆρχον ἔχοντες εἴδησιν ἀκριβῆ περὶ ὧν ἦσαν προκεκρυφότες, εὐθέως ἐκδήλους ἑαυτοὺς καθίστων κατεπείγοντες τὴν δόσιν ὡς τῆς ζωῆς παραιτίαν·

58

.

4

ὅσοι δὲ μηδὲν τοιοῦτον ἔχειν παρ’ ἑαυτοῖς ἐπεγίνωσκον, ἀλλ’ ἐπὶ ματαίαις μόνον ἐλπίσι τὰς συνθήκας ἐπλάσαντο, τὴν σφαγὴν ἐξεδέχοντο ἀναμφιβόλως τοῖς ἐνδεῶς ἔχουσι κεκριμένην.

58

.

5

τάττονται δὴ οὖν ἐπὶ τούτῳ τῶν βαρβάρων τινές, ὥστε τοὺς βουλομένους παρέχειν τὰ ἑαυτῶν ἐν ταῖς ἰδίαις ἀποφέρειν οἰκίαις, καὶ εἰ μὲν ἄξια ᾖ πλεονεκτικὸν ὀφθαλμὸν κορέσαι, σωτηρίας τε ἀξιοῦσθαι τούτους καὶ αὖθις τοῖς δεσμίοις ἐναριθμεῖσθαι, εἰ δ’ εὐτελῆ τινα καὶ βραχέα
5καὶ οἷς οὐκ ἂν κρίνοιεν εὐδοκοῦντα τὸν ἀποστείλαντα, τῆς μαχαίρας γενέσθαι.

58

.

6

οὐκ ὀλίγος ἦν ἐκ τούτου πάλιν τοῖς χειρωθεῖσιν ὁ κίνδυνος, πολλῶν διακρινομένων ἐκ τῶν ἐχόντων ὕλην τινὰ περισπούδαστον.

58

.

7

ἐτελεῖτο δὲ ταῦτα ἐφ’ ὅλοις νυχθημέροις δέκα, τῆς πληθύος ἀεὶ τῶν χρημάτων εὐφορουμένης ἀπὸ τῆς πόλεως, τῆς τε λοιπῆς ἀναγκαίας ὕλης, ὅση διὰ σηρικῆς ἐσθῆτος εὐπρεπὴς ἦν καὶ ὅση διὰ λίνου τοῖς ἀραχνείοις ἤριζεν ὑφάσμασιν, ὡς ὄρη καὶ βουνοὺς ἐκτελεῖσθαι τὰς τούτων σωρείας,
5ἄλλων ἐπ’ ἄλλοις ἐπιτιθεμένων καὶ τὸν ὑποκείμενον τόπον πληρούντων.50

58

.

8

χαλκῶν γὰρ καὶ σιδηρέων σκευῶν ἢ τῶν ἐξ ἐρίων ἐσθημάτων οὐμενοῦν οὐδ’ ὅλως ἐφρόντισαν, περιττὴν ἡγούμενοι τὴν κτῆσιν αὐτῶν.

58

.

9

εἴ που δέ τι τοιοῦτον ἀγαγὼν ἔλαθέ τις, τῷ τῆς θαλάσσης δεδώκασιν ὕδατι, κἀν τούτῳ τοὺς διαδράντας τὸν κίνδυνον ἀμυνόμενοι, ἵνα καὶ αὐτοί τι μετέχωσι τοῦ κακοῦ, πολυσχεδῆ καὶ διάφορον τὴν τῶν ἐνυπαρχόντων
5ζημίαν ἐπαισθανόμενοι.

59

.

1

Ἦν δέ τις μετὰ τοῦ λοιποῦ πλήθους τῶν αἰχμαλώτων συλληφθεὶς εὐνοῦχος τοῦ βασιλέως καὶ τῶν ἐξόχων εἷς, Ῥοδοφύλης οὕτω καλούμενος, ὃς ἔτυχε πρὸ μικροῦ τοῦ κινδύνου τὴν ἐπὶ δύσιν σταλεὶς καί τινων χρειῶν ἕνεκεν πρὸς τῇ πόλει γενόμενος, μεθ’ ἡμῶν συγκλεισθῆναι καὶ τῶν
5ῥηθέντων ἀνιαρῶν μετασχεῖν·

59

.

2

ὃς καὶ ἐκόμιζε μεθ’ ἑαυτοῦ πλῆθος χρυσίου, ὅπερ ἔλεγεν ἀπάγειν ἐπικουρίας τινὸς χάριν τοῦ κατὰ Σικελίαν στρατοῦ, συμπλεκομένου τοῖς κατὰ τὴν Ἀφρικὴν βαρβάροις ἀεὶ καὶ πολ‐ λῆς δεομένου τῆς ἐν τοῖς πράγμασι συνεργίας.

59

.

3

οὗτος οὖν κατὰ τὴν νύκτα μεθ’ ἣν τοῦ κινδύνου τὴν πεῖραν ἅπαντες ἐδεξάμεθα, ἔλαθεν οὐκ οἶδ’ ὅπως ἐξενεγκεῖν τῆς πόλεως τὸ χρυσίον ἐκεῖνο μετὰ καί τινων τῶν ὑπηρετουμένων αὐτῷ, καὶ πρὸς τὸν στρατηγὸν Στρυμόνος ἐξαποστεῖλαι,
5χαράξας ἐπιστολὴν περιέχουσαν ἀσφαλῶς φυλάττειν τοῦτο μέχρι τῆς ἐκβάσεως τοῦ πολέμου.

59

.

4

χειρωθεὶς οὖν οὗτος ἤχθη κατὰ πρόσωπον τοῦ τυράννου. ὁ δὲ τὴν μορφὴν ἀλλοιώσας, ἐμβριθέστερόν τε μᾶλλον ἢ πρότερον εἶχε πρὸς αὐτὸν χρησάμενος, ἀνηρώτα.

59

.

5

„ποῦ δή“ φησι „τὸ τοῦ βασιλέως χρυσίον, τὰ δύο τάλαντα ἅπερ ἐπὶ Σικελίαν ἄγειν ἐτάχθης;“

59

.

6

ὁ δέ „τοῦτο δή“ φησιν, „εἰς ὅπερ κατείλημμαι δεδιώς, τὴν πολιορκίαν λέγω τῆς πόλεως, ἐπείπερ αὐτὸς ἐγὼ δεῦρο τυχὼν ἀδυνάτως εἶχον τοσούτου κινδύνου παρόντος ὑποχωρεῖν καὶ μὴ τὰ παρ’ ἑαυτοῦ δει‐ κνύναι, πάντων εἰς ἐμὲ βλεπόντων ὡς ἄν τι χρηστὸν αὐτοῖς καὶ καιρῷ
5τούτῳ χρήσιμον δυνάμενος παρασχεῖν, τούτου δὴ χάριν τὸ μὲν χρυσίον ἐκεῖνο τῆς πόλεως ὑπεξήγαγον (οὐ γὰρ ἐδυνάμην ἀκριβῶς περὶ ἀδήλων στο‐ χάζεσθαι), ἐγὼ δέ σοι παρέστηκα τήμερον δορυάλωτος, πολλῶν ἄλλων χρημάτων παραίτιος, εἴ γε ζῶντά με καὶ ἀβλαβῆ συντηρήσειας.“

59

.

7

ἀχθεσθεὶς οὖν ἐπὶ τούτοις ὁ ἀλαζὼν ἐκεῖνος καὶ τὸν θυμὸν ὁποῖος αὐτὸν εἶχε διά τε τῶν ὀφθαλμῶν καὶ τῆς φωνῆς ἔκδηλον παραστήσας βύθιον ἐξεβόησεν.

59

.

8

„ἐπειδήπερ“ φησὶν „οὐκ ἔμαθεν ἐκ τῶν προκειμένων ἀδιάδραστον εἶναι τὴν τοῦ θανάτου ψῆφον τοῖς μὴ τὰ οἰκεῖα χρήματα λύτρον παρεχομένοις ὁ τῆς γυναικωνίτιδος οὗτος, ἀλλ’ ὥσπερ ἐπὶ σκηνῆς
ἐπίδειξιν ποιεῖται, τὸ πλάσμα τοῦ ψεύδους μέγα καὶ θαυμαστὸν οἷον κατὰ51
5τῆς ἑαυτοῦ προβαλλόμενος σωτηρίας, ῥάβδοις τυπτέσθω τά τε ἰσχία καὶ τὰ κατὰ τὸν νῶτον μέρη, ὡς ἂν ἄρτι γνῷ πρῶτον τίνι παρίσταται καὶ περὶ τίνων διαλέγεται, καὶ μὴ χρημάτων ἀλλοτρίων ἀμφισβητῶν τὸν περὶ ψυχῆς ἑαυτῷ περιποιεῖται κίνδυνον.“

59

.

9

οἱ λειτουργοὶ οὖν τῶν ἀδίκων φόνων, ὡς μόνον εἶδον αὐτὸν μεθ’ ὑποσυρμοῦ φωνῆς καὶ μανίας τὴν τοιαύτην ψῆφον κατὰ τοῦ ἑστῶτος ἐξενεγκάμενον, θᾶττον λόγου παντὸς τῇ γῇ τοῦτον προσέρραξαν, καὶ τοσαύταις βάλλουσι πληγαῖς
5ὡς μὴ ἐπὶ πολὺ ἀντισχεῖν τοῦ ἀθλίου τὸ σῶμα ἀλλ’ εἰς πολλὰ διαιρεθέν, καὶ τοῖς ὀχετοῖς τῶν αἱμάτων τὸν ὑποκείμενον τόπον πληρῶσαν, οὕτως τὴν ψυχὴν ἐπαφεῖναι, καρτερεῖν ταῖς δριμείαις ἐκείναις ἀλγηδόσιν οὐκ ἐξισχύσασαν.

59

.

10

ὡς οὖν ἀπείρηκε καὶ δῆλος ἦν τοῖς ὠμοῖς ἐκείνοις δορυφόροις, ἔτι τὰς πληγὰς ἀφιεῖσι καὶ μετὰ θάνατον, μόλις ποτὲ τῆς κατεχούσης ἑαυτὸν ὀργῆς περιάρας ὁ δυσέντευκτος θὴρ „ἔστω“ φησὶ „μετὰ τοῦ χρυσίου ἐκείνου καὶ οὗτος εἰς ἀπώλειαν· ἀλυσιτελὲς γάρ, ὡς
5ἔοικε, καὶ εὑρεθὲν ἂν διεδείκνυτο.“

60

.

1

Τοῖς δὲ τῶν νηῶν ἀρχηγοῖς προσέταττε σκευάζεσθαι πρὸς τὸν ἀπόπλουν, τὴν νεάζουσαν κήραν τοῦ πλήθους ἀρρένων τε καὶ θηλειῶν πρῶτον ταῖς ναυσὶν εἰσενεγκόντας, μὴ κατὰ συγγένειαν ἀλλὰ διακεκρι‐ μένως, ἵν’ ἔχωσι κἀν τούτῳ τιμωρίαν οὐ τὴν τυχοῦσαν, τὴν φυσικὴν ἐξ
5ἀλλήλων διαίρεσιν, εἶθ’ οὕτω τὰ χρήματα, καὶ ὅσα ἄλλα τῶν συνειλεγ‐ μένων φανεῖεν χρήσιμα, συμφορήσαντας αὐτάρκη ταῖς ναυσὶ τῶν ἀγω‐ γίμων ἐμποιῆσαι τὸν φόρτον.

60

.

2

ἤγετο οὖν τὸ νεάζον πρόσωπον ἅπαν, τοῦτο μόνον κατηγορίαν ἔχον, τὸ ἀνθηρὸν τῆς ἡλικίας ἢ τῶν προσώπων τὴν ὡραιότητα.

60

.

3

κἂν γὰρ ἡ σύγχυσις τῶν λυπηρῶν ἅπαντας πρὸς τὸ σκυθρωπὸν ἦγεν, ἀλλ’ ὁ φυσικὸς χαρακτὴρ ἐδήλου ταῖς ὄψεσι τὴν εὐγένειαν· καὶ πρόφασις ἦν τοῖς πολλοῖς τὸ κάλλος, ἐν τοῖς δεινοῖς αὐτοὺς προδιδόμενον.

60

.

4

ἀλλὰ ποῖον τούτων πρῶτον ἐξείπω; ποῖον δὲ κατ’ ἀξίαν ἐλεεινότερον κρινῷ;

60

.

5

ὁπότε συμμιγής τις καὶ σφοδρὸς ἀνήγερτο θρῆνος διχοτομουμένης τῆς φύσεως, ἀλλήλους τοὺς ἀγχιστεῖς ἀνακαλου‐ μένους καὶ τὸν χωρισμὸν δυσχεραίνοντας.

60

.

6

καὶ γὰρ ἦν ἰδεῖν τοὺς τῷ πάθει συγκεχυμένους, ἄνδρας γυναῖκας, ἀκμάζοντας παῖδας, ὁμοῦ πάντας δεινὸν ἀλαλάζοντας καὶ ἑαυτοὺς διαρρηγνύντας, καὶ μηκέτι κατέχειν τὴν ἀθυμίαν τῶν τοσούτων ὀχληρῶν ἐξισχύοντας, ἀλλὰ δηλοῦντας ταῖς
5οἰμωγαῖς τὴν ἔνδον τῆς καρδίας διάθεσιν, ὡς ἅπασα καταπίμπραται τῶν πειρασμῶν ταῖς φλογώσεσιν.

60

.

7

ὡς γὰρ βιαίως οὕτως ἐξ ἀλλήλων διαιρεθέντες φύρδην ταῖς ὁλκάσιν εἰσήχθησαν, εὐρείαις τε οὔσαις καὶ ἱκαναῖς πλήθεσι πολλοῖς ἐξαρκεῖν, οὐ κατάστοιχα, οὐδ’ ὡς ἄν τις εἴποι, ἐν αὐτάρκει τόπῳ τοῦ σωματικοῦ ὄγκου τῶν εἰσελθόντων ἕκαστος τὴν
5καθέδραν ἐλάμβανεν, ἀλλ’ ὡς ἔτυχεν ἅπαξ κατενεχθείς, τοῦτο μόνον ἀπεκεκλήρωτο, μὴ δυνηθεὶς ἐν ὅλαις ταῖς ἐφεξῆς ἡμέραις ἕως μιᾶς παλαι‐ στῆς τόπον ἐφευρεῖν, ἵν’ ἀνακλιθεὶς ἀνάπαυσιν δῷ κἂν βραχεῖαν τῷ σώματι.52

61

.

1

Πᾶσαι δὲ αἱ νῆες τῷ τρόπῳ τούτῳ πεπλήρωντο· τέτταρες γὰρ οὖσαι, καθὼς ἔφαμεν, καὶ πεντήκοντα.

61

.

2

ἔτι δὲ πλῆθος ἦν περιττεῦον, ἄξιον καὶ αὐτὸ κρινόμενον τῆς ἀποδημίας.

61

.

3

οἱ οὖν βάρβαροι συναγα‐ γόντες τὰς νῆας τῆς πόλεως, αἷς ἐχρῶντό ποτε πρὸς τὸ τὸν σῖτον ἐπι‐ κομίζειν οἱ καθ’ ἡμᾶς ἔμποροι, ἔτι δὲ καὶ ἃς ἦμεν βυθίσαντες κατὰ τοῦ πορθμοῦ τοῦ λιμένος σοφίσματί τινι ἀνελκύσαντες (ὃ καὶ ἐνήργησαν διά
5τινων στροφίγγων τοῖς ἐκεῖσε προβόλοις ἐπιτετηδευμένων καὶ τὴν ἐπίνοιαν ἐργώδη δεικνύντων, ἑλισσομένων τινὶ τεχνάσματι καὶ διὰ τῶν ἀπῃωρημένων κάλων ἀνελκυόντων τὸ ὑποκείμενον), οὕτως οὖν καὶ ἄλλων νηῶν πληθὺν εὐπορήσαντες εἰσεκόμισαν ἅπαντας, ὡς μηδένα πώποτε τῶν εἰς τοῦτο τεταγμένων παραλειφθῆναι.

61

.

4

ἐξ ὧν ἁπάντων οὐκ οἶδα εἴ πού τις τῶν ἀρρένων τὸν ἴουλον ἐτετρίχωτο ἢ κἂν μία τῶν γυναικῶν ἥβασκεν.

61

.

5

πάντες δὲ καὶ πᾶσαι νέαν ἦγον τὴν ἡλικίαν, καὶ τούτων μάλιστα τὰ ἀρτιγενῆ βρέφη· οὓς ἄν τις καθ’ ἕνα λογιζόμενος κατεκλᾶτο, μὴ σθένων ὁρᾶν τὰ καθ’ ἕκαστον αὐτῶν ἀτυχήματα.

62

.

1

Καθ’ ἡμῶν δὲ τῶν κατὰ διαφόρους αἰτίας ἐκφυγόντων τὸ ξίφος ἐκηρύχθη τοιαύτη παρὰ τοῦ τυράννου καὶ αὖθις ἀπόφασις, ὥστε τοὺς μὲν ἐξ ἡμῶν, καὶ μάλιστα ὅσους ἔδοξε τὰ τοῦ πλοὸς ἐγκαρτερῆσαι δυναμέ‐ νους ἐπίπονα, μετ’ αὐτῶν ἐκείνων τῶν στρατηγῶν διαιρεθέντας εἰσελθεῖν
5ἀνὰ πέντε ἐφ’ ἑκάστης τῶν βαρβαρικῶν νηῶν, τηρεῖσθαί τε χάριν τοῦ πρὸς τὴν Ταρσὸν διαπεμφθῆναι λόγῳ τῆς εἰρημένης καταλλαγῆς·

62

.

2

τοὺς λοιποὺς δέ, ὡς μηδέν τι χρηστὸν αὐτοῖς δυναμένους πορίζειν, εἴ γε τῆς ἀποδημίας κατάσχωσι, μᾶλλον μὲν οὖν καὶ ἀνωφελῆ φόρτον αὐτοὺς ἐπισύρεσθαι, ἔδοξεν ἐπαφεῖναι τῇ πόλει, οὐδὲ τοῦτο φειδοῦς τινος
5ἕνεκεν, οὐδ’ ὅτι τῷ θεῷ παρεῖχε, καθώς τινες τοὺς βαρβάρους πράττειν ἀλόγως φιλονεικοῦσιν, ἀλλὰ καὶ τοῦτο μετά τινος μεθόδου καὶ μοχθηρᾶς ἐπινοίας, ἵν’ ἐν μηδενὶ φανείη τῶν πεπραγμένων ἀσυντελής, ᾧ μὴ κέρδος ἑαυτῷ συμπορίσοιτο!

62

.

3

ἀκριβῶς γὰρ εἰδὼς ὡς μετὰ μικρὸν ἔσεσθαι μέλλει τῶν αἰχμαλώτων ἡ διὰ τῆς καταλλαγῆς ἀπολύτρωσις, ἐσοφίσατο μηδὲ τούτους εἰκῇ καὶ ὡς ἔτυχεν ἐλευθερίας τυχεῖν.

62

.

4

καὶ σκόπει τὸ πανοῦργον τοῦ δράματος!

62

.

5

ἐρχομένοις γάρ τισι μετὰ τὸ τὴν πόλιν
ἁλῶναι, τοῖς ὁπωσδηποτοῦν διαδρᾶσι, καὶ τοὺς ἰδίους αἰχμαλώτους ὠνουμένοις, συνείπετο μετ’ αὐτῶν καί τις ἀνὴρ καλούμενος Συμεών, φρονήσει βεβηκὼς καὶ διὰ πείρας ὢν πολλῶν πραγμάτων, ὃς ἦν πρὸς τοῦ53
5βασιλέως σταλεὶς δι’ αἰτίαν τινὰ χρειώδη πρὸ μικροῦ τῇ πόλει, περὶ ἧς νῦν οὐκ ἀναγκαῖον εἰπεῖν.

62

.

6

τούτοις οὖν καθ’ ἑκάστην μέχρι τῶν ἡμερῶν τοῦ ἀπόπλου συχνῶς ἐρχομένοις ἀνεκοίνωσε τὴν κατὰ τῶν εἰρημένων βουλὴν ὁ δεινὸς οὗτος Λέων, εἰπὼν πρὸς αὐτούς:

63

.

1

„Ὡς ἐγὼ ἀπεχθῶσ“ φησι „φερόμενος ἐξ ἀρχῆς καθ’ ὑμῶν οὐκ ἔκρινον ζωῶσαι τῶν ἁλόντων οὐδένα· τίς γὰρ ἐκ θεοῦ μισθὸς πολεμίοις ἀνδράσιν ἐν καιρῷ νίκης τὸν θάνατον συγχωρεῖν, ὃν αὐτοὶ μᾶλλον ἐτέκταινον καθ’ ἡμῶν;

63

.

2

ἀλλ’ ἐπειδὴ χρεία τις ἐπείγει, καθ’ ἥν ἐστιν ἐπάναγκες ζωωθῆναι τούτους, εἴπερ αἰσίου τύχοι τοῦ πέρατος, περὶ τούτου καθ’ ἑαυτοὺς ὑμεῖς σκέψασθε.

63

.

3

ἐπείγομαι γὰρ ἤδη τοῦ καιροῦ με καλοῦντος πρὸς τὴν ἰδίαν ἀποπλεῖν πατρίδα.

63

.

4

δύνασθε οὖν ἀντι‐ ποιηθῆναι τούτων ὄντων διακοσίων τὸν ἀριθμὸν δι’ ἐγγράφου ἐγγύης, ὡς λαβεῖν ἡμᾶς ἀντ’ αὐτῶν ἐν τῷ καιρῷ τῆς καταλλαγῆς ἰσαρίθμους Ἀγαρηνούς, πεῖσαί τε τὸν κρατοῦντα τῶν Ῥωμαίων τὰ σκῆπτρα μηδε‐
5μίαν περὶ τούτου ἀμφιβολίαν ἔχειν, ἀλλὰ συνθέσθαι τοῖς ὑφ’ ὑμῶν πεπραγμένοις;

63

.

5

ἢ δεδίττεσθε μὲν τὴν ἐγγύην ὡς μὴ ἐν ὑμῖν κειμένην, ἄδηλον ὂν ἢ παραδεχθήσεται ὑπ’ ἐκείνου ἢ μή, ἐν οὐδενὶ δὲ τίθετε τοσοῦτον κακόν, μικρᾶς προθυμίας μέγαν προξενοῦντες τοῖς ὁμοφύλοις τὸν ὄλεθρον;

63

.

6

εἴπατε οὖν ὁποτέρῳ τούτων στοιχεῖτε, ἵν’ ἑνί γε τὴν ψῆφον δῶμεν, ἢ τοῦ ζωῶσαι ἢ τοῦ ἀπαλλάξαι αὐτούς.“

63

.

7

ὁ οὖν ῥηθεὶς Συμεών, ἅτε δὴ τῶν ἄλλων προέχων, πρὸς αὐτὸν ἔφη „ἐγὼ ταύτην τὴν ἐγγύην μόνος κατεγγυῶμαι, σαφῶς εἰδὼς τὸ περὶ πάντα φιλάνθρωπον τοῦ καθ’ ἡμᾶς αὐτοκράτορος, καὶ ὡς δίχα λόγου παντὸς παρέξεται τούτων
5ἕνεκεν, ἐξ ὧν ἔχει δεσμίων Ἀγαρηνῶν, τοσούτους ὅσοι καὶ οὗτοι τυγ‐ χάνουσιν ὄντες·

63

.

8

οὓς καὶ αὐτὸς ἐγὼ τῇ Ταρσῷ διακομίσω, ἵν’ ἐπ’ ἐμοὶ πάλιν τὰ περὶ τῆς ἐγγύης λυθῇ καὶ μηδὲν ἔχῃς κατ’ ἐμοῦ προφέρειν, ἐπὰν τὴν ὀφειλὴν ἐκπληρώσω.

63

.

9

μόνον τύχωσι κἂν οὗτοί τινος σωτηρίας, ἵνα συλλέξαντες ταφῇ δῶσι τῶν ἀποιχομένων τὰ σώματα, ἃ διὰ πάσης τῆς πόλεως κείμενα καὶ αὐτὸν τὸν ἀέρα πρὸς θρῆνον ἐφέλκεται.“

63

.

10

ταῦτα ἀκούσας ὁ κακοήθης ἐκεῖνος, ἔγγραφόν τε πείσας τὸν αὐτὸν Συμεὼν καὶ ἐνώμοτον παρασχεῖν τὸν περὶ τῶν συνθηκῶν τούτων λόγον, ἀπολυ‐ θῆναι πάντας ἐκείνους τοὺς ἐξ ἡμῶν περιττεύσαντας ἄνδρας ἐπέ‐
5τρεψεν.54

64

.

1

Ἐπειδὴ καὶ τὰ περὶ τούτου καλῶς εἶχεν αὐτῷ καὶ ἐν ἀσφαλείᾳ ἦν τὸ πανούργευμα, ἕτερον πάλιν οὐκ ἔλαττον τούτου τῇ δολιότητι τῶν φρενῶν ἐπενόησε.

64

.

2

πυρποληθῆναι γὰρ ἅπασαν τὴν πόλιν προσέταττεν, ἵν’ ᾖ καὶ τοῦτο αὐτῷ οὐ τὸ τυχὸν παρεμπόρευμα·

64

.

3

ᾔδει γὰρ ὡς οἱ τοὺς αἰχμαλώτους ὠνούμενοι οὐδὲ τοῦτο πράττειν αὐτὸν ἐξ ἀνάγκης ἀνάσχοιντο, αἱρούμενοι μᾶλλον αὐτοὺς ἐκείνους καταπρησθῆναι ἢ τοιοῦτόν τι κἂν ἀκοῇ παραδέξασθαι.

64

.

4

μήπω γὰρ τῶν βαρβάρων διὰ μέσου τῆς πόλεως τὴν φλόγα διασπειράντων, ἀλλ’ ἔτι τὰς πλησιαζούσας τῇ θαλάσσῃ πυρπολούντων οἰκίας, μόνον ὅτι πρὸς τὸ καταβάλλειν τὰς ὑπὲρ τῆς πόλεως τιμὰς οἱ παρόντες πρὸς ἀλλήλους ἐκύρωσαν, καὶ πάλιν
5πρόσταγμα πανταχοῦ διεπέμπετο παύεσθαι τῆς οἰκείας συνεργίας τὸ πῦρ, ὡς εἰς χρηστὸν αὐτῷ πέρας καὶ ταύτης προελθούσης τῆς ἐπινοίας.

64

.

5

οἱ γὰρ ἄνδρες ἐκεῖνοι σὺν τῷ ῥηθέντι Συμεών, μὴ ἔχοντες ἄλλοθέν ποθεν καταβάλλεσθαι τὴν περὶ τούτου ποσότητα, τὰ δύο ὑπέσχοντο τοῦ χρυσίου τάλαντα ἅπερ ἦν ὁ θανὼν ἐκ τῶν ῥοπάλων εὐνοῦχος πρὸς τὸν Στρυμόνα ἐξαποστείλας·

64

.

6

ἃ καὶ θᾶττον ἀγαγόντες διά τινων ταχυδρόμων, ὅθεν ἐκρύπτοντο, καὶ τοῖς βαρβάροις ἐναριθμήσαντες, οὕτως τὴν πόλιν τῆς πυρκαϊᾶς διεσώσαντο.

65

.

1

Ἀλλ’ ὅτε δὴ καὶ τοῦτο πέρας εἰλήφει, καὶ οὐκ ἐνέλιπεν οὐδὲν ὃ τοῖς ἀκορέστοις ἐκείνοις ὀφθαλμοῖς ὑπόθεσις χρυσίου μὴ ἐγεγόνει, ἔδει δὲ μὴ ἐπὶ πολὺ καρτερεῖν τῷ τόπῳ, ἀλλὰ φροντίζειν καὶ τῶν κατὰ τὸν πλοῦν συμπτωμάτων μᾶλλον τῷ καιρῷ τούτῳ τοῖς πλωτῆρσιν ἐγγινο‐
5μένων, τότε δὴ περὶ μεσημβρίαν ὄντος τοῦ ἡλίου τῇ δεκάτῃ τῆς ἁλώσεως ἡμέρᾳ τοῦ λιμένος ἐξωρμήσαμεν καὶ πρὸς τὴν ῥηθεῖσαν Ῥωμαίαν πύλην μετήχθημεν, τὸ λοιπὸν ἐκεῖσε τελέσαντες τῆς ἡμέρας.

65

.

2

ἦμεν οὖν ἡμεῖς οἱ πέντε, καθὼς ἐχειρώθημεν, εἴς τινα ναῦν τοῦ ἀρχηγοῦ τοῦ κατ’ Αἴγυ‐ πτον στόλου, οὗ καὶ προσδεηθεὶς ἦν ὁ ἐμὸς πατὴρ διά τινος ἑρμηνέως (οὐδὲ γὰρ ᾔδει λαλεῖν καθ’ ἡμᾶς) προστάξαι τοῖς ὑπ’ αὐτὸν δορυφόροις
5ἀγαγεῖν ὅθεν ἂν ἦσαν διασπαρέντες οἱ κατὰ συγγένειαν ἡμῖν πλησιά‐ ζοντες.

65

.

3

ὃ δὴ καὶ παρὰ μικρὸν ἐτελεῖτο ἄν, εἰ μὴ κἀν τούτῳ παρεμ‐ ποδὼν γέγονε τὸ πλῆθος τῶν ἡμετέρων κακῶν καὶ πρὸς τὴν ἔρευναν ἀποκνῆσαι τοὺς ἀπεσταλμένους πεποίηκε.

65

.

4

τὴν γὰρ μητέρα τὴν ἐμὴν καὶ τῶν ἄλλων ἀδελφῶν ἕνα, τῶν μὴ κατ’ ἀρχὰς μεθ’ ἡμῶν ληφθέντων, ἔτι δὲ καὶ τὴν τἀδελφοῦ γαμετὴν τὸ τάχος, ὅθεν ὑπῆρχον, πρὸς ἡμᾶς ἠγάγοντο·

65

.

5

ὁμόζυγα δὲ τὴν ἐμὴν σὺν τρισὶ νηπίοις καὶ τὴν ὑποβεβηκυῖαν κατὰ τὴν γέννησιν ἡμῶν ἀδελφὴν μετὰ καὶ ἄλλου πλήθους τῶν προσηκόντων οὔτε ἀνευρεῖν ἠθέλησαν, οὔτε δὲ ἀνευρόντες ἴσως ἀγα‐ γεῖν πρὸς ἡμᾶς ἐβουλήθησαν, ἀλλ’ ἦσαν ἄλλος ἀλλαχῇ τῷ κοινῷ πάθει καὶ
55
5ταῖς νιφάσι τῆς ἐξ ἡμῶν βαλλόμενοι διαιρέσεως.

65

.

6

ὅμως ἐκαρτεροῦμεν ὡς ἐν δεινοῖς καὶ τὴν ἐξ ἀλλήλων κατατομήν, εἰ καὶ ὅτι παντὸς ἀνιαροῦ πεῖραν τὰ καθ’ ἡμᾶς ὑπερέβαλλεν.

66

.

1

Ἤδη δὲ τοῦ πλοὸς ἄρχεσθαι μέλλουσι στρέβλας τινὰς τοῖς ποσὶ πᾶσιν ἡμῖν ἐπιθέντες οἱ βάρβαροι, οὕτως καθ’ ἕνα ταῖς ναυσὶν ὥσπερ ἄψυχόν τινα διεστοίβασαν ὕλην, μὴ ἐνδιδόντες κἂν ἐλεύθερον ἀναπνεῖν τὸν ἀέρα, ἀλλὰ καὶ τοῦτον τῇ συνεχείᾳ τοῦ πνιγμοῦ συναπείργοντες.

66

.

2

οὕτω γὰρ ἡμᾶς ἐν ἀλλήλοις ἐπισυνῆψαν ὡς ἓν ἀδιάσπαστον ὁρᾶσθαι σῶμα τὴν πληθὺν ἅπασαν, μηδ’ ὅλως διισταμένην ἢ ἀπερρηγμένην τῆς συνεχοῦς ἐκείνης πιλήσεως.

66

.

3

ἀλλ’ ἐπειδὴ κατὰ δύσιν ὁ ἥλιος ἦν καὶ πρὸς τὸν νυκτερινὸν γνόφον ἔληγε τὸ φῶς τῆς ἡμέρας, ἐπινίκιόν τι μέλος τοῖς τε κυμβάλοις καὶ τυμπάνοις ἀποκρουσάμενοι, καὶ τὸν ὑπὲρ κεφαλῆς ἀέρα ταῖς διὰ τῶν ξιφῶν ῥιπίσεσι περιαστράψαντες, οὕτως μετὰ βαθεῖαν
5ἑσπέραν ἄσημόν τινα καὶ τραχὺν ἀλαλαγμὸν ἐπαφέντες καὶ τὰς ἀγκύρας τῶν νηῶν ἀνασπάσαντες τῆς γῆς ἀπεδίδρασκον.

66

.

4

ἦν δὲ ἀκούειν ὅπως ἡσυχῇ μόνον τὸ πλῆθος κατεστενάζομεν τῆς πατρίδος, καί πού τινα πρὸς τὸν θεὸν ἐν τῷ ἀφανεῖ τῆς ψυχῆς ἕκαστος ἡμῶν ἠφίει φωνήν, ὅσοις ἂν αὐτὸς βούλοιτο, παιδευτικοῖς πειρασμοῖς ὁμιλήσαντας
5καὶ πάλιν ἀποδοθῆναι τῇ θρεψαμένῃ καὶ μὴ εἰς τέλος ἐγκαταλειφθέντας ἀνέλπιστον ἔχειν τὴν ἐκ τῶν λυπούντων ἀπαλλαγήν.

67

.

1

Ὡς δὲ τοῦ πλεῖν ἤδη πρὸς ὄρθρον οὔσης τῆς νυκτὸς ἀπηρξάμεθα, εἶχε μὲν ἡμᾶς καὶ ἄλλων δυσχερῶν ἀνάγκη πολλῶν, τοῦ λιμοῦ, τῆς δίψης, τῆς συνεχείας ὁ ὑπωπιασμός (καὶ γὰρ κατὰ μόνην τὴν ναῦν ἔνθα ἦμεν ἡμεῖς ὀκτακοσίων αἰχμαλώτων ψυχῶν ἀριθμὸς ἦν, δίχα τῶν ἐν αὐτῇ
5βαρβάρων, διακοσίων καὶ αὐτῶν ὄντων), πρὸς τούτοις δὲ καὶ τῶν κομιδῇ νηπίων ἡ ἐλεεινὴ βοὴ μηδαμῶς δυναμένων φέρειν τῶν μοχθηρῶν τὴν ἐπίτασιν, ἀλλὰ θάνατον αὐτοῖς ἐπισπεύδουσαν ἄωρον.

67

.

2

πλείω δὲ πάντων ἡ κατὰ τὴν γαστέρα χρεία, ἧς οὐκ ἦν οὐδεμίαν μέθοδον ἐφευ‐ ρεῖν, τῆς φυσικῆς ἀνάγκης κατεπειγούσης πρὸς τὴν διέξοδον·

67

.

3

τὴν γὰρ αἰδῶ τοῦ πράγματος πολλοὶ προτιμῶντες καὶ καρτερεῖν τὴν βίαν μὴ σθένοντες συχνῶς ἐκινδύνευον.

67

.

4

πλὴν τῆς ἡμέρας ἀρχομένης τὸν ἀγκῶνα παραπλεύσαντες τοῦ προρρηθέντος Ἐκβόλου, κατήχθημεν περὶ
δείλην βαθεῖαν εἴς τινα τόπον Βολβὸν καλούμενον, ἔνθα τινὲς ἱππεῖς ἐφάνησαν ἀπὸ τῆς γῆς ἐρχόμενοι πρὸς ἡμᾶς.56

67

.

5

οὗτοι δὲ ἦσαν οἱ καὶ πρῴην ἐν τῇ πόλει παραγενόμενοι, ῥητάς τινας γυναῖκας ὠνήσασθαι θέλοντες, ἃς τὸ τάχος οἱ βάρβαροι τῶν νηῶν ἐξενεγκόντες ἀπέδοντο, πολὺ χρυσίον ὑπὲρ αὐτῶν κομισάμενοι.

67

.

6

ἐκεῖθεν δὲ πάλιν ἀναχθέντες κατήραμεν περὶ τὰ τέλη τῆς νήσου τῆς καλουμένης Παλλήνης·

67

.

7

καί τι μικρὸν ἐκεῖσε καθησυχάσαντες, τοῦ πνεύματος ἐπιτηδείου ὑπάρχοντος καὶ αὖθις πρὸς ἑσπέραν ἐσπάσθησαν τὰ ἱστία, ἃ καὶ διαπρησθέντα τῇ σφοδροτάτῃ ῥύμῃ τοῦ πνεύματος ἦγον ἡμᾶς φερομένους βιαίως, ἕως τῆς
5ἐφεξῆς κατ’ ἀρχὰς ἡμέρας εὑρέθημεν εἴς τινα τόπον Διαδρόμους παρὰ τῶν ναυτιλλομένων ὀνομαζόμενον, δύο μὲν ἔχοντα νήσους ἀμφιμήκεις ἐξ ἐναν‐ τίας ἀλλήλων, μέσον δὲ τούτων ποταμοῦ δίκην τὴν θάλασσαν παραθέου‐ σαν καὶ τὰς νήσους ὡς ἀπὸ σταδίου καὶ μόνον ἐξ ἀλλήλων διείργουσαν.

67

.

8

ἔνθα δὴ καὶ γενόμενοι νηός τινος δυστυχοῦς σίτου πεφορτισμένης περιετύ‐ χομεν, καὶ οὕτως ἀθρόον ὡς μηδὲ δυνηθῆναι τῷ αἰφνιδίῳ τῆς συμβάσεως τοὺς ἐν αὐτῇ σωτηρίας ἐχόμενόν τι προεξευρεῖν.

67

.

9

εἰ γὰρ καὶ ἔδοξαν πρὸς τὴν παρακειμένην νῆσον τὴν ναῦν ἐποκεῖλαι καὶ πρὸς φυγὴν ἐκτραπῆναι, ἀλλ’ οὐδὲν ἐκ τούτου ἀπώναντο·

67

.

10

θᾶττον γὰρ αὐτοὺς ἐξελθόντες οἱ βάρβαροι συνελέξαντο καὶ χωρὶς ἑνὸς μόνου πάντας πρὸς θάνατον ὑπηγάγοντο.

67

.

11

ἐκεῖθεν δὲ πάλιν ἀπάραντες ἐπὶ δυσὶ νυχθ‐ ημέροις τὴν μεγάλην νῆσον παρεπλέομεν τῆς Εὐβοίας, καὶ κατὰ τοῦ βορειοτέρου ταύτης πελάγους ἰθύναντες τὰ ἱστία, τὰ παρὰ πόδας τῆς Ἄνδρου μετά τινος σφοδροτάτου ῥοιζήματος κατελάβομεν.

67

.

12

οὐ γὰρ ἐποιούμεθα κατ’ εὐθεῖαν τὸν πλοῦν, οὐδὲ κατά τινος ὡρισμένου τόπου, ἀλλ’ ὡς ἂν ἔδοξε τοῖς τῶν νηῶν ἀρχηγοῖς, τῇδε κἀκεῖσε τὰς μεταβάσεις καὶ ἀντιστροφὰς ἐποιούμεθα.

67

.

13

καὶ γὰρ ἐδεδίησαν μή που τύχοι παρὼν ὁ τῶν Ῥωμαίων στόλος καὶ λάθοι κατ’ αὐτῶν ἐπίνοιάν τινα μοχθηρὰν ἐργασάμενος.

67

.

14

διὰ τοῦτο ἄλλοτε ἄλλας νήσους καθάπερ τινὲς πλανῆται περιηρχόμεθα.

68

.

1

Οὕτω δὲ φερόμενοι κατηντήσαμεν εἴς τινα νῆσον Πάτμον καλου‐ μένην· ἔνθα δὴ καὶ προσεμείναμεν ἓξ ἡμέρας, παντὸς χαλεποῦ πεῖραν ἐν αὐτῇ καθυπομένοντες.

68

.

2

ἀνύδρου γὰρ ὄντος τοῦ τόπου ἐληΐζετο τοὺς αἰχμαλώτους ἡ δίψα.

68

.

3

οὐ γὰρ ἐδίδοτο ἡμῖν ὕδωρ ὅσον πρὸς σύστα‐ σιν τῆς ζωῆς ἐπήρκει, ἀλλ’ ὅσον ἐμβραδύνειν ἐποίει καίπερ παρόντα τὸν θάνατον·

68

.

4

οὗπερ ὁ μετέχων, εἰ μὴ τὴν ὄσφρησιν κατὰ τὴν γεῦ‐
σιν ἐπεῖχεν ὡς μὴ κατ’ ἀρχὰς τῆς αὐτοῦ δυσωδίας ἐπαισθανθῆναι, οὐδ’ ὅλως τούτου παρεχωρεῖτο μεταλαβεῖν, τῆς φύσεως ἀνιωμένης καὶ εἰ μόνον ἀπιδεῖν ἠβουλήθη τοῦτο, καὶ πρὸ τῆς πείρας τῆς καταπόσεως.57

68

.

5

ἡ τροφὴ δὲ ἡμῶν ἄρτου τρύφος ἦν μόνον, καὶ τοῦτο διεφθορός, κατά‐ λυσιν μᾶλλον ἢ σύστασιν τοῖς μετέχουσιν ἐργαζόμενον.

68

.

6

ἃ γὰρ ἔτυχον λαβόντες οἴκοθεν πρὸ πολλῶν ἡμερῶν πρὸς χρείαν ἑαυτῶν οἱ πολέμιοι, ταῦτα περιττεύσαντα καὶ πρὸς τελείαν σηπεδόνα χωρήσαντα, καὶ οἷς οὐκ ἄν τι τῶν ἀλόγων ἐδυνήθη κἂν ἀπιδεῖν, εἰς μετάληψιν ἡμῖν
5προσεφέροντο, ἀφάτου μὲν δυσωδίας καὶ ἀηδίας πλήρη, μεστὴν δὲ σκωλήκων καὶ πολλῇ σαπρίᾳ συμπεφυρμένην, πρός τε τὴν ἕξιν τῶν σωμάτων παντελῶς ἀνενέργητον

68

.

7

καὶ γὰρ ἦν εἰκάσαι πλῆθος ἄπει‐ ρον ἐκ τούτων ἐφ’ ἑκάστης τῆς ἡμέρας τῷ θανάτῳ συνελαυνόμενον, πάρεργον τῆς δίψης καὶ τοῦ λιμοῦ, τά τε σώματα τῶν θνησκόντων ἀκοντιζόμενα τῆς νηὸς ἐπὶ θάλασσαν καὶ μέχρι πολλοῦ τοῖς κύμασιν
5ἐπισπαίροντα, καὶ τούτων μάλιστα τὰ δείλαια βρέφη τῷ ἀτελεῖ τῆς φύσεως πλείω τῶν ἄλλων τῶν ἀλγεινῶν ἐμφορούμενα, τοὺς ζῶντας δὲ πάλιν οὐ πόρρω τῶν προκειμένων ὑπάρχοντας, ἀλλὰ πρὸς τὸ ὅμοιον βλέποντας πέρας.

68

.

8

ἐξ ὧν ἁπάντων μᾶλλον ἡμεῖς, ὅσοι ταῖς στρέβλαις ἦμεν πεπεδημένοι, πλείοσι βασάνοις προσεπαλαίομεν.

68

.

9

καὶ γὰρ θυλάκων ἀψύχων δίκην ταῖς σελίσιν ἀλλήλοις ἐπικαθήμενοι, καὶ τοῖς ξύλοις, οἷς ἐνηρτήμεθα, τιτρωσκόμενοί τε καὶ συνθλιβόμενοι, ἀνεκδιή‐ γητόν τινα καὶ ἄρρητον ὑφιστάμεθα τὴν ἀνάγκην, οὐδ’ ὁπωσοῦν
5συστραφῆναι ἤ τινος ἑαυτοῖς μεταδοῦναι σχολῆς συγχωρούμενοι, ἀλλ’ ἢ μόνον τὰς κεφαλὰς ὑψοῦντες μικρόν, εἴ που κἂν ἐλεύθερον ἀέρα ταῖς ῥισὶν ἐφελκύσωμεν καὶ μὴ πρὸ παντὸς ἄλλου δεινοῦ τῇ τῶν παρόντων ἀναθυμιάσει τὴν πνοὴν ἐπαφήσοιμεν.

69

.

1

Τὸ δὲ τῶν φθειρῶν πλῆθος ἕτερον ἦν κακὸν ἄφατον· καθάπερ γάρ τις θάνατος ἕρπων τὴν ἁπάντων ζωὴν κατεβόσκετο, ὡς ἐκ τούτου τὰς μορφὰς πάντων ἀλλοιωθῆναι, καὶ ἐν ὑποψίᾳ ζώντων, οὐκ ἀληθείᾳ λογίζεσθαι.

69

.

2

ὅσας δὲ πληγὰς ἠφίεσαν μανικῶς φερόμενοι καθ’ ἡμῶν, ἢ ὅσαις λοιδορίαις καὶ ὀνείδεσι καθ’ ἑκάστην ἡμᾶς ἔπλυνον ὥραν, καὶ οἷς ἐφαίνοντο τὴν μῆνιν φυλάττοντες τῶν ἡμερῶν τοῦ πολέμου, ποῖος μὲν λόγος καθιστορῆσαι δυνήσεται, ποία δὲ ἀκοὴ τὴν τούτου παραδέ‐
5ξασθαι τραγῳδίαν;

69

.

3

ἐμοὶ δὲ ἔκστασις ἐπεισέρχεται, ὁσάκις εἰς ἔν‐ νοιαν ἔλθω μόνον τῶν ἀμετρήτων κακῶν ἐκείνων ὧν κατὰ πᾶσαν τὴν περίοδον τοῦ πλοὸς ὑπεμείναμεν, πῶς ἐκαρτερήσαμεν ἐνέγκαι τοσαύτην πολυειδῆ συμφοράν, ἀνθρώπεια σώματα, οἷς ἦν πρὸ τοῦδε τρυφηλὴ
5καὶ διαρρέουσα δίαιτα καὶ πειρατικαῖς ἀνάγκαις οὐδαμῶς ἐνεθισθεῖσα,
πῶς δὲ τὴν ἀνύποιστον καὶ δισσὴν πύρωσιν, τήν τε ἐκ τοῦ φλογμοῦ τῆς δίψης καὶ τὴν ἐκ τῆς θερινῆς ὥρας τὰς φυσικὰς ἰκμάδας ἀναξηραίνουσαν, καὶ τό γε τούτων ἐλεεινότερον, πῶς συνεκρατεῖτο καὶ παρέμενεν ἡμῖν ἡ ψυχή, ὁπότε ταῖς νυξὶν ἐφήπλουν τὰς δερματίνας δέρρεις διὰ πασῶν58
10τῶν νηῶν καὶ πάντας εἴσω τοὺς δυστυχεῖς ἡμᾶς ἐναπέκλειον, ὥσπερ καὶ τοῦ φωτὸς ἡμῖν μετὰ τῶν ἄλλων βασκαίνοντες, ἵνα σκότῳ καὶ καύματι, δυσὶν ἀφύκτοις κακοῖς, τὴν ζωὴν εἰσπραττώμεθα.

69

.

4

ἀλλ’ ἡγοῦμαι ὡς ταῦτα πάντα καρτερεῖν ἡ θεία καὶ προνοητικὴ τοῦ παντὸς ὑπὲρ πᾶσαν ἀνθρωπίνην διάνοιαν ἐνεδυνάμου πρόνοια, ἵν’ ἐν ὑστέρῳ γνόντες ἐξ οἵων τότε κακῶν παρ’ ἐλπίδας ἐρρύσθημεν ἡμᾶς γε αὐτοὺς
5καὶ ἄλλους τῷ ὑποδείγματι σωφρονίζωμεν.

70

.

1

Ἐπειδὴ δ’ ὁ καιρὸς ἐκάλει τῆς πρὸς τὰ οἰκεῖα τοὺς βαρβάρους ἀφίξεως, πάλιν ἐκεῖθεν ἀποπλεύσαντες κατήχθημεν εἴς τινα νῆσον καλου‐ μένην Ναξίαν, ἐξ ἧς οἱ τὴν Κρήτην οἰκοῦντες φόρους λαμβάνουσιν·

70

.

2

ἐν ᾗ γενομένων ἡμῶν οἱ κατ’ αὐτὴν ὄντες ἄνδρες δώροις τοὺς ἀρχηγοὺς ἠμείψαντο τῶν νηῶν, οἷς μάλιστα ἐδόκουν αὐτοὺς ἐνδεῶς ἔχειν πρὸς τὴν τοῦ πλοὸς χρείαν.

70

.

3

πλὴν κἀκεῖ δύο μόνας ἡμέρας προσμείναντες κατηγόμεθα τὴν ἐπὶ Κρήτην (ἐκάλει γὰρ ἡμᾶς ἐπιτήδειον πνεῦμα), ἕως κατήραμεν ἔν τινι τόπῳ Ζωντάριον μὲν παρὰ τῶν ἐγχωρίων ὀνομαζο‐ μένῳ, „Ἀντίστροφοσ“ δὲ ἡμῖν τῇ ἀληθείᾳ γνωριζομένῳ·

70

.

4

πολλοὺς γὰρ τὸ Ζωντάριον ἐκεῖνο τῆς μὲν ζωῆς ἀπεστέρησε, τῷ θανάτῳ δὲ προὔ‐ δωκε.

70

.

5

διὰ δὲ τὸ μὴ τὴν ἀπὸ νότου καὶ τοῦ λιβὸς δεδιέναι βλάβην τοὺς ἐν αὐτῷ καθορμιζομένους, τὴν πρὸς αὐτὸν διατριβὴν τοῦ ναυστάθ‐ μου τῆς πόλεως οἱ βάρβαροι προκεκρίκασιν.

70

.

6

ὡς οὖν κατήχθημεν, ἔγνων οἱ Κρῆτες (προεώρων γὰρ ἡμᾶς τῆς θαλάσσης μακρόθεν) καὶ πρῶτον μὲν τῶν Ῥωμαίων τὸν στόλον ἐφώρασαν ἐπέρχεσθαι τῇ νήσῳ, ἐξ οὗ καὶ περιδεεῖς ἐγένοντο διὰ τὸ μὴ προπαρασκευάσθαι πρὸς πόλε‐
5μον.

70

.

7

ἔπειτα γενομένων ἡμῶν ἐγγύθεν, ἐπειδὴ ἐπέγνων τινὰ γνωρί‐ σματα τῶν νηῶν, πεφθάκασι τὸν τόπον μετὰ πολλῆς θυμηδίας τοὺς ἀμφ’ αὐτοὺς δεξιούμενοι, καὶ ὥσπερ τῇ κοινωνίᾳ τῶν τρόπων τὸ γνή‐ σιον τῆς πρὸς ἀλλήλους στοργῆς ἐνδεικνύμενοι·

70

.

8

ἀεὶ γάρ, ὡς ὁ λόγος, τὸ ὅμοιον τῷ ὁμοίῳ προστρέχει.

70

.

9

τότε δὴ πρῶτον ἅπαντες τῶν νηῶν ἐξῆλθον οἱ βάρβαροι, καί τινος ἡμᾶς τυχεῖν ἀνέσεως τῆς ἐν ἀλλή‐ λοις στενοχωρίας ἠξίωσαν, μετέδωκαν δὲ καὶ τῶν κατὰ τὸν τόπον
ὑδάτων πολλῶν ὄντων καὶ ἀφθόνως τοῖς κύμασι τῆς θαλάσσης περιρ‐59
5ρεόντων.

70

.

10

καὶ οὕτω τὴν νύκτα πᾶσαν τῶν συνεχῶν ἀνεθέντες πόνων ἐδοκοῦμεν τῇ ἑξῆς χρηστοτέρων τινῶν μετασχεῖν, ἅτε πεπλη‐ θυσμένης οὔσης τῆς νήσου καὶ πολλὴν ἐχούσης τῶν χρειῶν δαψίλειαν.

70

.

11

οὐκ ᾔδειμεν δὲ παραπλησίοις ἐν αὐτῇ τῶν πρῴην ὁμιλεῖν χαλεποῖς, ἢ καὶ χείροσι, καὶ διὰ ταῦτά γε μᾶλλον ἐκεῖνα πάσχειν, ὡς ἂν δι’ ἐκείνων τούτοις συντηρηθῶμεν.

71

.

1

Ἤδη γὰρ τῆς νυκτερινῆς σκιᾶς σχεδασθείσης, τοῦ δὲ φωτὸς ἀρχομένου τὸν ὄρθρον ἐπανατέλλειν, κυριακῆς ἡμερῶν ἐπιφωσκούσης, ἀλαλαγμὸς ἐφ’ ἑκάστης νηὸς ἠκούετο, ὥσπερ τινὰ θυμήρη φωνὴν τῶν βαρβάρων συνυπηχούντων καὶ τοῖς κυμβάλοις κτυπούντων, ὡς πάντα
5δοκεῖν δονεῖσθαι τὸν τόπον καὶ πρὸς τὴν κραυγὴν ἐκταράττεσθαι.

71

.

2

εἶτα μετὰ τὴν ἄσημον ἐκείνην καὶ φοβερωτάτην ἠχὴν ἐπεχείρουν πρὸς τὴν γῆν ἀποφορτίζειν τὸν γόμον, διελόντες εἰς μερίδας κατὰ τὸν ἀριθ‐ μὸν τῶν νηῶν τὸν παρακείμενον τόπον, ὅπου μιᾶς ἑκάστης φόρτον, ὅστις ποτὲ ἦν, διῃρημένως καὶ ἀποκεκριμένως ἀλλήλων ἐξεκομίζοντο,
5ὡς ἂν ἀμιγῆ τηρεῖσθαι τὴν ἑκάστης περιουσίαν καὶ τῶν προσόντων ταῖς ἄλλαις παντελῶς ἀνεπίμικτον.

71

.

3

πᾶσαν οὖν ἐκείνην ἀνάλωσαν εἰς τὴν ἀποσκευὴν τὴν ἡμέραν.

71

.

4

τῇ δ’ ἑξῆς ἐξῆλθον τῆς θαλάσσης οἱ τῶν νηῶν ἀρχηγοὶ διελεῖν πάλιν εἰς ἄλλας μερίδας τό τε πλῆθος τῶν αἰχμαλώτων καὶ τὴν πολλὴν τῶν σκύλων ὕλην, ἧς ἐξίσταντο τὴν πληθὺν οἱ Κρῆτες, οὐδενὶ παραδείγματι συγκρίνειν ἔχοντες τὰ βλεπό‐
5μενα.

71

.

5

ἐπειδὴ δὲ τοῦτο πρῶτον ἔδοξε τοῖς βαρβάροις, ἀναμιχθῆναι τῶν δυστυχῶν τὸν δῆμον, ὅπως τὸν ἀναγνωρισμὸν καὶ αὖθις οἱ συγ‐ γενείας τινὸς μετέχοντες ἐν ἀλλήλοις ποιήσωνται, τότε δὴ φοβερός τις ἠκούετο καὶ ταραχώδης θρῆνος πάντων ὡς ἀπὸ μιᾶς πηγῆς ἀφιέντων
5τοὺς κρουνοὺς τῶν δακρύων, καὶ θρυλλουμένων, εἴ πού τινος εὐτυχήσοιεν τῶν φιλτάτων, καὶ μὴ λάθοι παρελθοῦσα ἡ προθεσμία τῆς ἀνευρέσεως καὶ μείνωσιν ἐπ’ οὐδενὶ βεβαίῳ τὴν περὶ αὐτοὺς ψυχαγωγίαν ἐλπίσαν‐ τες.

71

.

6

περιήρχοντο γοῦν αἱ δυστυχεῖς γυναῖκες, τὰς κόμας ἔχουσαι λελυμένας, πανταχοῦ περισκοποῦσαι καὶ διαβρόχους τοὺς ὀφθαλμοὺς περιάγουσαι, τίνι τῶν τέκνων πρῶτον ἐντύχωσιν.

71

.

7

οἱ δὲ δὴ παῖδες, ὅσοι τὰ δεινὰ τῆς θαλάσσης διέφυγον, καθάπερ τινὲς ἁπαλοὶ μόσχοι γοε‐ ρὸν μυκῶνται τῆς θηλῆς ἀφαιρούμενοι, οὕτω δὴ καὶ οὗτοι ἐλεεινόν τι καὶ συμπαθὲς ἐκλαυθμύριζον, ἄλλος κατ’ ἄλλο μέρος τῆς διασπορᾶς
5ἐκείνης γενόμενοι καὶ τὰς μητέρας ἀνακαλούμενοι·

71

.

8

οἷς καὶ περιτυγ‐
χάνουσαι πολλάκις αἱ δείλαιαι μητέρες τὴν φυσικὴν ἐκίνουν ἐπ’ αὐτοῖς συμπάθειαν, περιπλεκόμεναι τοῖς αὐχέσι καὶ πάντα αὐτῶν καταφιλοῦσαι τὰ μέλη καὶ δάκρυσι πλύνουσαι, τοῦτο μόνον ἡγούμεναι μέγα τι καὶ60
5θαυμαστὸν ὡς ἐν δεινοῖς παρηγόρημα τὸ παρ’ ἐλπίδα σωθῆναι καὶ ζῶντας αὐταῖς καὶ αὖθις τοὺς φιλτάτους ἀποδοθῆναι.

71

.

9

ἀλλὰ ταῦτα μὲν ἐπὶ ταῖς ἐχούσαις ἐν χερσὶν ἤδη τοὺς παῖδας καὶ τὸ κατ’ αὐτοὺς ἀσφαλὲς ἐκ τῆς πείρας αὐτῆς γνωριζούσαις·

71

.

10

τί δ’ ἂν εἴποιμεν περὶ τῶν ἄλλων, ὧν καθ’ ὑδάτων τὰ βρέφη διόλωλε καὶ ἄδηλον ἦν αὐταῖς τὸ συμβάν, πῶς τῷ φυσικῷ συνείχοντο πάθει,

71

.

11

πῶς διε‐ σπάραττον τοὺς χιτῶνας, τὸν ἔνδον τῆς καρδίας μὴ ὑπομένουσαι κλύδωνα,

71

.

12

πῶς οὐκ ἤθελον οὐδαμοῦ στῆναι, ἀλλὰ περιήγοντο φερόμεναι μάτην ὑπὸ τῆς ἀλόγου τοῦ πάθους ὁρμῆς, τῇδε κἀκεῖσε τὰ ὄμματα περιστρέφουσαι, εἴ πού τινα τῶν ποθουμένων θεάσοιντο ἤ τινος περὶ αὐτῶν ἀκριβῶς ἰδόντος ἀκούσοιντο, ἵν’ ἐκείνῳ τὸ τῆς
5ψυχῆς φλεγμαῖνον κενώσειε;

71

.

13

καὶ ταῦτα μὲν ἔπραττον ἐπὶ δυσὶ πολλάκις ἢ καὶ τρισὶν ἡμέραις, ἕως πολλὰ καμούσαις ἄλλοι τινὲς τῶν γνωρίμων τὸ περὶ τῶν ζητουμένων ἐδήλωσαν πέρας, λιμοῦ πολλάκις ἢ δίψης ἔργον τοὺς φιλτάτους αὐτῶν γεγενημένους·

71

.

14

ἐξ οὗ δὴ καὶ μᾶλλον τὸ πάθος ἐξαγριάνασαι, γεγωνοτέροις θρήνοις καὶ ἄλλοις θλιβερῶν εἴδεσι τοὺς ἀποιχομένους ἐφιλοφρόνουν.

71

.

15

ἀλλὰ τί μάτην τὴν ἐπὶ τούτοις ἐπιχειρῶ συγγραφήν, οὐδὲ τὸ πολλοστὸν μέρος τῶν τότε πεπραγμένων ἱκανὸν παραστήσασθαι;

71

.

16

ἐκεῖνον γὰρ αὐτὸν ἔδει παρεῖναι τὸν τοὺς θρήνους τῆς Ἱερουσαλὴμ ἀναγραφόμενον Ἰερεμίαν, ἵν’ ἐπαφῇ δάκρυον ἀπαρηγόρητον ἐπὶ τοσοῦτον λαὸν τοσαύταις ἀλγηδόσι κατατρυχόμενον.

71

.

17

οὐ γὰρ οὕτω φωνὴν ἀφῆκε Ῥαχὴλ ἐν Ῥαμᾷ, ὅτε τὴν στέρησιν τῶν τέκνων ἀπωλοφύρετο, καθώς φησιν ἡ γραφή, ὡς ἡ κοιλὰς ἐκείνη καθ’ ἣν ἐτελεῖτο ταῦτα τὰς ἀλγηδόνας τῶν ἁλόντων συνεπιτείνουσα.

72

.

1

Οἷον γὰρ πάλιν ἀπὸ τούτων παρὰ τῶν μισοθέων ἐπράχθη κακόν!

72

.

2

καθὸ γὰρ φθάσαντες ἔφημεν, λογισαμένων αὐτῶν πρῶτον ὡς εἰ κατὰ συγγένειαν πρὸς ἀλλήλους οἱ τοῦ πλήθους ἀναμιχθῶσι τῶν αἰχμαλώτων, καὶ τῶν πολλῶν ὀδυνῶν παύσονται, καὶ πρὸς τὴν δου‐ λείαν ἡνίκα ἂν ἐκδοθῶσι, φορητὴν αὐτοῖς εἶναι ὡς ἐν κακοῖς τὴν ἐπή‐
5ρειαν, ὡς εἶδον αὐτοὺς ταῖς ἀγχιστείαις ἐπισυναπτομένους καὶ καθάπερ σειρὰν ἄλυτον ἕτερον ἐχόμενον τοῦ ἑτέρου τόν τε χωρισμὸν δυσδιαί‐ ρετον, καθὸ ἔμελλον τὰς μερίδας μιᾶς ἑκάστης νηὸς ἀπονεῖμαι, ἐβουλεύ‐ σαντο πάλιν βουλὴν πονηρὰν καὶ πολεμίαν τῆς φύσεως.

72

.

3

τοὺς ἅπαξ γὰρ ἑνωθέντας διαιρεθῆναι καὶ αὖθις προσέταττον·
61

72

.

4

καὶ εἴ πού τις μήτηρ, φησίν, ἐν αὐτοῖς νήπιον ἔχουσα τοῦ γάλακτος προσδεό‐ μενον, τοῦτο μόνον πρὸς τὴν τεκοῦσαν μένειν οἱ δυσσεβεῖς κατεθέσπισαν ὡς μηδὲν τυχὸν δυνάμενον ἑαυτῷ πρὸς τὴν ζωὴν συντελεῖν, τοὺς λοι‐
5ποὺς δὲ τῶν συγγενικῶν συναφειῶν καὶ αὖθις διαιρεθέντας ἀναμὶξ καὶ ἀδιαφόρως τοῖς κλήροις ἀποδοθῆναι.

72

.

5

ἀλλὰ τίς λόγος τὸ μέγεθος τῆς συμφορᾶς ταύτης ἐκφράσοι;

72

.

6

ποία δὲ γλῶσσα ῥητόρων ἐπεξελ‐ θεῖν δυνηθείη τὴν ποικίλην ἐκείνην καὶ πολυειδῆ τῶν ὀδυνῶν κάκωσιν, ὁπότε καὶ αὐτὴ ἡ φύσις τῷ καινῷ τούτῳ καὶ παραλόγῳ προστάγματι εἰς πολλὰ κατετέμνετο, τοῦτο μόνον ἔγκλημα τὴν κοινωνίαν τοῦ γένους
5ἔχουσα καὶ τὴν ἔμφυτον τῶν ἑνωθέντων συνάφειαν;

72

.

7

καὶ γὰρ ἀπε‐ σπᾶτο πατρὸς μὲν υἱός, μητρὸς δὲ θυγάτηρ καὶ ἀδελφὸς ἀδελφοῦ.

72

.

8

ἐν οἷς τί πάσχειν εἰκὸς τούτους ἅπαντας, ὁπότε πρὸς δουλείαν ἤγοντο εἰς γῆν ἀλλοτρίαν, ὅπου τὸ μὲν σέβας τῆς καθ’ ἡμᾶς πίστεως ὡς ἐναγὲς ἐνυβρίζεται, πάθη δὲ τιμᾶται ἀλογώτατα, ὅπου πορνεία σεμνύνεται
5καὶ μανία γεραίρεται, καὶ πολλῆς τιμῆς καταξιοῦται ἀναίδεια, ὅπου τῶν ἀρρένων ἡ φύσις εἰς γυναικείαν χρῆσιν μετάγεται, καὶ ἡ κτίσις ὑβρίζεται, καὶ συγχύσεως γέμει πάντα καὶ πρὸς τὸ κακὸν ἀνατέτρα‐ πται.

72

.

9

τί πρῶτον τούτων ἁπάντων ἐκόψαντο;

72

.

10

ἐν ποίῳ δὲ μὴ ἀγχόνην ᾑρήσαντο καὶ τὴν ζωὴν αὐτὴν ἀπηρνήσαντο;

72

.

11

ἀλλ’ ὅμως ἔφερον πάντα, τὴν ἐπὶ πᾶσι μεγαλοψυχίαν παρεχομένου θεοῦ καὶ τῷ οἰκείῳ βουλήματι τὰ καθ’ ἕκαστον μεθαρμόζοντος.

73

.

1

Ὡς δὲ πάλιν τῷ προστάγματι τούτῳ τῆς ἐξ ἀλλήλων διῃρέ‐ θησαν συγγενείας, ἐκάθηντο φρουρούμενοι κατὰ διαφόρους τόπους, ἕως ἐξῆλθεν ἕτερον πρόσταγμα, πάντας ἀριθμηθῆναι καὶ πρὸς τὰς ἰδέας τῶν προσώπων καὶ τῶν ἡλικιῶν τὸ διάφορον ἑκάστης νηὸς ἴδιον σύν‐
5ταγμα γνωρισθῆναι, ἵν’ ἐν μηδεμιᾷ φανείη πλεονασμός φησιν ἢ ὑφαί‐ ρεσις, ἀλλὰ κατὰ τὸ πλῆθος τῶν ἐνόντων ταῖς ναυσὶ βαρβάρων, οὕτω καὶ τὰς μερίδας γενέσθαι καὶ μηδὲν αὐταῖς περιττὸν ἢ ἐλλεῖπον ἀποδο‐ θῆναι.

73

.

2

ἠρίθμησαν οὖν ἐν πρώτοις τὴν πληθὺν ἅπασαν· ἡ δὲ ἦν δύο καὶ εἴκοσι χιλιάδες, ἐξ ὧν ἁπάντων, χωρὶς ἡμῶν τῶν λόγῳ τῆς καταλλαγῆς τηρουμένων, οὐκ ἦν οὐδεὶς ὃς τὸν πώγωνα εἶχε τετριχω‐ μένον.

73

.

3

ἀλλ’ οὐδὲ προβεβηκυῖα γυνὴ ἐν ταύταις πάσαις ταῖς χιλιά‐ σιν.

73

.

4

ἐπίλεκτος δέ τις ἦν καὶ νεάζων ὁ δῆμος, καὶ οἷον ἐρίζων ἕκαστος ἢ τῷ ἀκμαίῳ τῆς ἡλικίας ἢ τῷ ὡραίῳ τῆς μορφῆς ὑπερβαίνειν τὸν ἕτε‐
ρον, κἂν ἡ ἐπαλληλία τῶν δυσχερῶν τῶν φυσικῶν αὐτοὺς ἕξεων ἀλλο‐ τριοῦν ἐβιάζετο.62

73

.

5

ἀλλ’ ὅτε δὴ πάντες εἰς μερίδας γενόμενοι πάλιν μετὰ τῶν σκύλων ταῖς ναυσὶ συνηλάθησαν (ἄμφω γὰρ καὶ ταῦτα σὺν τῷ πλήθει διενεμήθησαν), τότε δὴ τῶν βαρβάρων οἱ τὴν Κρήτην οἰκοῦντες οὐκ ὀλίγους ὠνοῦντο, πολὺ χρυσίον ὑπὲρ αὐτῶν καταβαλέσθαι μὴ
5παραιτούμενοι, οὐχ ἁπλῶς οὐδ’ ὡς ἔτυχεν, ἀλλὰ κέρδους τινὸς ὑπόθεσιν ἑαυτοῖς ἐκ τούτου περιποιούμενοι.

73

.

6

ᾔδεισαν γὰρ πολυπλασίονα τῶν διδομένων λαβεῖν, ἡνίκα ἂν καταλλαγῆς ἐπέλθοι καιρός, ὁπότε τοὺς ὁμοφύλους αὐτῶν, τοὺς παρὰ τῶν Ῥωμαίων χειρωθέντας, ἐκδέχονται.

73

.

7

οὐδὲ γὰρ ὡς ἐν τοῖς κατὰ Συρίαν, οὕτω καὶ τούτοις ἡ τῶν αἰχμαλώ‐ των ἀπολύτρωσις ἐκτελεῖται, ἀλλ’ ἐπεκράτησεν ἐν τούτοις παλαιὸν ἔθος χρόνῳ βεβαιωθέν, ἵνα καὶ τὸν βάρβαρον, ὅστις ποτὲ ἦν, χάριν τοῦ κατεχομένου κομίζωνται, καὶ τὴν ὑπὲρ αὐτοῦ δοθεῖσαν τιμὴν ἀπαιτῶσιν
5εἰς τὸ διπλάσιον.

73

.

8

διά τοι τοῦτο πολλοὺς οἱ Κρῆτες τῶν αἰχμαλώτων ὠνήσαντο, τὴν καθ’ ἡμᾶς συμφορὰν κέρδους συνεισφορὰν ἑαυτοῖς ἐφευράμενοι.

73

.

9

ἐπράχθη δὲ ταῦτα ἐφ’ ὅλαις ἡμέραις δέκα, ἀεὶ τῶν ἐθάδων νηῶν μετασκευαζουσῶν τοὺς ὠνουμένους καὶ πρὸς τὴν ἰδίαν πόλιν μεταγουσῶν.

73

.

10

ἐν οἷς ἔτυχεν ἐκδοθεῖσα καὶ ἡ τοῦ ἐμοῦ ἀδελ‐ φοῦ σύζυγος, οὐ μετρίαν ἡμῖν ὀδύνην περιποιήσασα.

73

.

11

ἡ δέ μοι μήτηρ καὶ ἡ γαμετὴ σὺν δυσὶ τέκνοις (τὸ γὰρ ἕτερον ἔργον ἦν γενόμενον τῆς θαλάσσης), ἔτι δὲ καὶ ἐλεεινὸς ἄθλιος ὁ τλήμων ἀδελφὸς καὶ ἡ τῷ χρόνῳ πάντων ἐφυστερίζουσα ἀδελφή, ἔκ τινος θεϊκῆς προνοίας εἰς μίαν Σιδω‐
5νίαν ἔτυχον ναῦν, τῆς πρὸς Συρίαν ἀποδημίας τηρούμενοι.

73

.

12

ἡμᾶς δὲ πάντας τοὺς ἐν τῇ καταλλαγῇ τηρουμένους ἔτι διεσπαρμένους ὄντας συναγαγόντες οἱ βάρβαροι καί τινι πολεμικῇ νηῒ τῶν ἐκ τοῦ λιμένος ἀνασπασθεισῶν ὑφ’ ἓν εἰσενεγκόντες καθεῖρξαν, φύλακάς τινας τῶν
5κατ’ αὐτοὺς ἐμπείρων αὐτῶν ἡμῖν συμβιβάσαντες.

74

.

1

Καὶ οὕτως ἐσκευάζοντο μετὰ μίαν ἄλλην ἡμέραν ἔχεσθαι τοῦ πλοός· ἤδη γὰρ ἦγεν αὐτοὺς ὁ καιρὸς καὶ χρονίζειν οὐκ ἐδίδου τῷ τόπῳ, πρὸς τὸ χειμέριον τὸν ἀέρα μετατιθέμενος.

74

.

2

ἵπποις οὖν ἐφε‐ στῶσιν ἐπιβάντες οἱ τῶν νηῶν ἀρχηγοὶ μετὰ καὶ αὐτοῦ τοῦ τυράννου πρὸς τῇ πόλει γεγόνασιν, ἅμα μὲν ἐνδεικνύμενοι τοῖς Κρησὶ τὴν ἐπὶ τοῖς πεπραγμένοις ἐν ἡμῖν περιφάνειαν, ἅμα δὲ καὶ τὴν βδελυρὰν αὐτῶν
5τελετὴν ἐκπληρώσοντες, δεξιωθῆναί τε παρὰ τῶν αὐτοχθονίων καί τινος τυχεῖν τῶν προηγωνισμένων ἀνέσεως.

74

.

3

οὗ δὴ καὶ μίαν ἄλλην ἡμέραν προσδιατρίψαντες τομῶς ὑπέστρεψαν, ἐπισπεύδοντες τὰ πρὸς τὸν πλοῦν, καλοῦντος αὐτοὺς ἤδη τοῦ πνεύματος.

74

.

4

ἤδη δὲ τῆς
δωδεκάτης ἡμέρας ἀρχομένης, λέγω δὴ τῆς πρὸς τὴν Κρήτην ἀφίξεως, τοῦ πλοὸς ἀπηρξάμεθα.63

74

.

5

μετήχθημεν δὲ πρὸς τὴν ἀντικρὺ νῆσον, ἥτις Διὸς καλεῖται· καὶ πάλιν ἐκεῖθεν ἀναχθέντες ἐν τῷ τῆς νήσου πέρατι προσωρμίσθημεν.

74

.

6

ἐν ᾧ καὶ ὑδρευσάμενοι καὶ μικρόν τι τῷ τόπῳ προσμείναντες, ὡς κατ’ οὐρὰν εἶδον γεγονότα τὸν ἄνεμον, ἀπέπλευσαν ἐκεῖθεν κατὰ μέσον ἰθύναντες τοῦ πελάγους.

74

.

7

ἧμεν δὲ πάντες, ὡς εἴρηται, ἐν μιᾷ νηῒ Ῥωμαίᾳ πολεμικῇ, ἥτις ἦν διήρης, ὧν τὴν μὲν ἄνω καθέδραν οἱ λαχόντες εἶναι μεθ’ ἡμῶν βάρβαροι ἑαυτοῖς ἐκληρώσαντο, τὴν κάτω δὲ ἡμῖν ἐπαφῆκαν, σκότους πολλοῦ καὶ δυσωδίας πλήρη.

74

.

8

καὶ τί ἄλλο γε χρὴ λέγειν ἢ τάφον ἐν ὕδασι πορευόμενον;

74

.

9

εἰ γὰρ ἀπαριθμῆσαι θελήσω καθ’ ἓν ὅσα κατὰ τὴν περίοδον ἐκείνην τοῦ πλοὸς ὑπέστημεν καὶ μεθ’ ὅσης στενοχωρίας, μύθους δόξω τοῖς πολλοῖς ἐξη‐ γεῖσθαι καὶ τῆς ἀληθείας ἐκτρέπεσθαι, καθ’ ἣν ἐν ἀρχῇ τοῦ λόγου πάντα
5γραφῇ παραδοῦναι καθυπεσχόμην.

74

.

10

διά τοι τοῦτο τὰ πλεῖστα τῶν πεπραγμένων ἑκὼν παραδραμών, οἷς ἂν ἐδόκουν μάλιστα τὴν ἡμετέραν ἐξαρκεῖν διάνοιαν μέχρι τοῦ νῦν προσδιατρίψας, ὡς ἐν ἅπασι τὸ πιστόν σοι παρασχεῖν, ὦ σοφώτατε ἀνδρῶν καὶ φιλομαθέστατε Γρηγόριε,
5κατὰ τὸν αὐτὸν τρόπον πάλιν καὶ περὶ τῶν λοιπῶν διεξίω, ἱκανῶν καὶ ὡσαύτως ὄντων καὶ ἀμείλικτον διαθρύψαι καρδίαν, μή τί γε τὴν σήν, ἧς τοῦτο μᾶλλον τῶν ἄλλων ἐστὶν ἰδιαίτατον ἡ συμπάθεια, ᾗ πειθαρχῶν εἰς ταύτην ἡμᾶς ἐλθεῖν τὴν συγγραφὴν προετρέψω καὶ πράγματος τοσούτου κατατολμῆσαι παρεβιάσω, τὴν καθ’ ἡμᾶς ὑπερ‐
10βαίνοντος δύναμιν.

75

.

1

Πλὴν ἀλλ’ οὕτω περὶ πολλὰς συμφορῶν ἰδέας προσπαλαιόντων ἡμῶν ἔφθασεν ἐπιστᾶσα καὶ τρικυμία τις, θαλάσσιον διεγείρουσα κλύ‐ δωνα, τὸν περὶ ψυχῆς ἀπειλοῦντα κίνδυνον·

75

.

2

ἐξ οὗ καὶ πᾶσαι διε‐ σκορπίσθησαν αἱ νῆες, τῷ ῥοίζῳ τοῦ πνεύματος ἐξ ἀλλήλων μακρὰν διασπασθεῖσαι καὶ τοῦ κατ’ εὐθεῖαν ἥκειν ἐκκλίνασαι.

75

.

3

οὐκ οἶδα δ’ ἐκ τίνος πονηροῦ δαίμονος ἔτυχε παραπλέων ἡμῖν ἐγγύθεν ἐξ εὐωνύ‐ μου ὁ δυσώνυμος Λέων, κατὰ πρύμναν τῆς ἰδίας νηὸς καθήμενος καὶ τοῖς κυβερνήταις τὴν περὶ τοῦ πλεῖν ἐμπειρίαν διατάττων.

75

.

4

μεθ’ ὧν καί τις ὄπισθεν ναῦς ἑτέρα εἷλκε τῶν ἄλλων ὑποδεεστέρα, ἥτις ἦν τῇ βίᾳ τῆς ζάλης μέσον διαρραγεῖσα καὶ ἀπειλοῦσα τοῖς ἐν αὐτῇ ἤδη παρόντα τὸν ἐν ὕδασι θάνατον·

75

.

5

ἐξ ἧς ἀνέκραγον οἱ κατ’ αὐτὴν βάρβαροι „σῶσον ἐπιστάς, ὦ καθηγεμὼν τοῦ στρατοῦ, καὶ μὴ ἐάσῃς δῆμον τοσούτων Ἀγαρηνῶν ἀπολέσθαι, οὓς μέχρι τοῦδε πολλῶν κιν‐ δύνων ἀπειράτους ἐτήρησας,“ ἐξειπόντες ἐν ὀλίγῳ καὶ τὸ συμβάν.

75

.

6

ὁ δὲ παρευθὺ κατ’ αὐτοὺς τὴν ναῦν ἰθῦναι τοῖς περὶ αὐτὸν προστάξας ἀκριβέστερον ἀνηρώτα.

75

.

7

οἱ δὲ πάλιν ὁμοθυμαδὸν ἐβόων, καὶ τὸ πά‐
θος τῆς νηὸς ὑποδείξαντες ἐπρεσβεύοντο πάντων ἡμῶν τῶν δεσμίων τῇ θαλάσσῃ ῥιφέντων αὐτοὺς εἰς τὴν καθ’ ἡμᾶς ναῦν μετασκευασθῆναι, ἐφύβριστον εἶναι λέγοντες ἐν τοσούτῳ κακῷ σωζομένων ἡμῶν ἐκεί‐64
5νους τοῦ κατὰ θάλασσαν γενέσθαι κινδύνου καὶ μὴ προτιμηθῆναι τῆς ἡμετέρας ζωῆς.

75

.

8

πρὸς ὃ δὴ καὶ κατένευσε παραχρῆμα, ἐπιτρέψας στᾶσαν τὴν ναῦν ἡμᾶς μὲν τῇ θαλάσσῃ ῥιφῆναι, ἐκείνους δὲ ἐν αὐτῇ μετακομισθῆναι.

75

.

9

ἐν ὅσῳ δὲ ταῦτα ἐπράττετο, ἐλάθομεν οὐκ ὀλίγον ἀποστάντες ἡμεῖς·

75

.

10

ἐφερόμεθα γὰρ βιαίῳ τινὶ καὶ χαλεπῷ τῷ ὁρμή‐ ματι τοῖς κύμασιν ἐλαυνόμενοι, ὡς οὐ μόνον κραυγῆς ἀλλ’ οὐδὲ βροντῆς ἐκεῖθεν, ἐξ οὗ κατελίπομεν αὐτούς, δυνάμενοι ἐξακούειν.

75

.

11

ὡς οὖν εἶδον μακρὰν ἀποστάντας, νεύματι μόνον προσμένειν τοὺς σὺν ἡμῖν βαρβάρους ἐπέτρεπον.

75

.

12

οἱ δὲ εἴτε μὴ συνιέντες πρὸς ὃ ταῦτα ἐποίουν, εἴτε καὶ ἑκόντες αὐτοὺς παραλογισάμενοι τῷ μηδ’ ὅλως φαίνεσθαι προσέχειν τοῖς ὑπ’ αὐτῶν πραττομένοις, τάχα δὲ τοῦτο πλέον ὑπὸ τῆς ἀφάτου περὶ ἡμᾶς κηδεμονίας τοῦ θεοῦ διδαχθέντες, εἴχοντο τοῦ πλοός,
5μηδένα λόγον τῶν κατόπιν ποιούμενοι, ἀλλὰ πάσῃ σπουδῇ τὴν αὐτῶν τε καὶ ἡμῶν σωτηρίαν ἐν οὕτω βιαιοτάτῳ μηχανώμενοι κλύδωνι.

76

.

1

Ὡς δὲ μακρὰν ἀποστάντας εἶδον ἡμᾶς ἐκεῖνοι καὶ εἰς οὐδὲν τὴν σκῆψιν χωροῦσαν, συνείχοντο δὲ κινδυνεύοντες τοῖς ὕδασι τῆς νηὸς καταδυομένης, ἄλλην τινὰ δέησιν τῷ τυράννῳ προσῆγον, λαβεῖν μὲν αὐτοὺς εἰς τὴν ἰδίαν ναῦν, ἐᾶσαι δὲ τοὺς μετ’ αὐτῶν, μεθ’ ὧν ἐπεφέροντο
5σκύλων, τῇ θαλάσσῃ δοθῆναι.

76

.

2

ὁ δὲ πρὸς τοῦτο πάλιν ἦν εὐπειθής, καίπερ τοῦ καιροῦ μὴ συγχωροῦντος ἀλλὰ τὴν πάντων ἀπόγνωσιν ἐπιτείνοντος, καὶ τῶν ἀγωγίμων τοῦ πρῴην φόρτου αὐτάρκη τῆς νηὸς αὐτοῦ τὴν χρείαν ἀποπληρούντων.

76

.

3

πλὴν οὐκ ἔδοξε τοῦτο συμφέρον εἶναι, τῶν βαρβάρων περισωθέντων τοὺς αἰχμαλώτους καταλιπεῖν τῷ θαλασσίῳ βυθῷ, ἀλλά τι δῆθεν ἐλέους ἐχόμενον καθ’ ἑαυτὸν βουλευ‐ σάμενος, τάχα τῇ μανίᾳ τῆς φιλαργυρίας εἰς τοῦτο συνελαθείς, οὐχὶ
5δὲ συμπαθείᾳ τινὶ περὶ τῆς αὐτῶν ἀπωλείας δυσωπηθείς (πῶς γὰρ ὃς ἐφαίνετο πρῴην τοῖς ἀδίκοις φόνοις τρυφῶν), ὅμως καὶ αὐτοὺς μετ‐ ενέγκαι σὺν τοῖς βαρβάροις ἐπέταττεν, ἵν’ ἔχῃ κἀν τούτοις ἁδρότερον ποιῆσαι τὸ τῆς πλεονεξίας βαλάντιον καὶ τὴν φιλόχρυσον ἀναπλῆσαι λύσσαν, κἂν τάχα φορτικὸν ἦν καὶ τόλμης ἀλόγου τὸ ἐπιχείρημα.

76

.

4

πάντων δὲ κατὰ τὴν αὐτοῦ ναῦν τὸ τάχος μετενεχθέντων, ἔδυ ἐκείνη τοῖς ὕδασι βλεπόντων τῶν βαρβάρων καὶ αὐτῶν δὲ τῶν στρατηγῶν ἐν αὐτῇ τῇ νηῒ τοῦ τυράννου φυλαττομένων αὐτοῖς·

76

.

5

οἵτινες καὶ ἡμῖν ἐν ὑστέρῳ ταῦτα διηγήσαντο, τὸ παντεπίσκοπον καὶ φιλάνθρωπον ἐκπληττόμενοι τῆς θεϊκῆς προνοίας.

76

.

6

πολλῷ γὰρ πλείω χιλίων ψυχῶν ἔφασκον εἶναι κατὰ τὴν ναῦν ἐκείνην, ἐκ τε τῶν βαρβάρων καὶ τῶν αἰχμαλώτων τῶν ἐν τῇ Κρήτῃ κατ’ αὐτὴν εἰσενεχθέντων καὶ τῶν ἐκ τῆς
ῥηθείσης προστεθέντων αἰτίας, ὡς τοσοῦτον ἀπέχειν βαπτισθῆναι τὴν65
5ὁλκάδα ὅσον μιᾶς παλαιστῆς τὸ μέτρον ἐστίν.

76

.

7

οὐ συνεχώρησε δὲ τοῦτο ὁ τῶν ἀφανῶν γνώστης καὶ τῶν κρυφίων ἐξεταστὴς κύριος, ἀλλ’ ὡς εἶδε τὰς καρδίας ἁπάντων πάσης μὲν χρηστῆς ἀπειπούσας ἐλπίδος, αὐτῷ δὲ μόνῳ τὴν ἀμηχανίαν ἐμφανιζούσας τῷ πάντα δυναμένῳ μόνῳ
5τῷ βούλεσθαι, ἐπέβλεψεν ἐπ’ αὐτούς,

76

.

8

καὶ εἰς πραεῖαν μὲν αὔραν τὴν καταιγίδα, εἰς γαλήνην δὲ τὴν τῶν κυμάτων καταστορέσας τραχύτητα, ἔσωσεν αὐτοὺς ἐκ τοσούτου κινδύνου, πᾶσιν ἐμφαίνων, καὶ μόνον οὐχὶ βοᾶν δεικνύων τὰ πράγματα, ὅπως ῥύεσθαι δύναται ὁ τῶν θαυμασίων
5θεὸς τοὺς ἐν ἀληθείᾳ καὶ φόβῳ ἐπικαλουμένους αὐτόν.

77

.

1

Ἤδη δὲ μετὰ πέμπτην τοῦ πλοὸς ἡμέραν κατήραμεν ἐν τῇ νήσῳ τῆς Κύπρου κατὰ τὸν ὅρμον τῆς Πάφου, ἐν ᾧ καὶ ἀνεθέντες μικρὸν ὡς ἐξελθεῖν τοὺς βαρβάρους καὶ τοῖς παρακειμένοις ὕδασι λούσασθαι·

77

.

2

πάλιν ἐκεῖθεν ἀναχθέντες μετά γε νυχθήμερον ἄλλο τὴν Τρίπολιν κατελάβομεν, κατ’ αὐτὴν τὴν ἡμέραν καθ’ ἣν ὑψοῦται τὸ σωτήριον τοῦ σταυροῦ ξύλον, ὅτε καὶ ἡμεῖς τῶν κατὰ θάλασσαν ἄρτι πρῶτον ἐμέλλο‐ μεν πειρασμῶν ἀφεθῆναι.

77

.

3

γενομένων οὖν ἡμῶν πλησίον τοῦ τείχους, ἐχεῖτο περὶ τὸν ναύσταθμον ἁπάντων ἐγχωρίων βαρβάρων τὸ πλῆθος, τοὺς μὲν οἰκείους προσλαμβανόμενον, τοῖς καθ’ ἡμᾶς δὲ θαμβούμενον.

77

.

4

ἅμα γὰρ συνέβη πάσας τὰς τῆς πόλεως συνελθεῖν νῆας καὶ πρὸς τὸν ὅρμον γενέσθαι, εἶτα ἐξεκομίζετο ἀφ’ ἑκάστης αὐτῶν τῶν τε χρημάτων τὸ πλῆθος καὶ τῶν λοιπῶν σκύλων ὥσπερ ἀπό τινων πόλεων, καὶ μετήγετο εἴς τινας προηυτρεπισμένας οἰκίας, ὡς ἐν ὀλίγῳ πληρωθῆναι τὴν πόλιν
5τῆς τούτων ὑποδοχῆς.

77

.

5

προέφερον δὲ καὶ ἡμᾶς ἄγοντες καθάπερ τι τρόπαιον νίκης, ἐπὶ πᾶσιν ἡμᾶς θριαμβεύοντες καὶ θέατρον ποιούμενοι τὴν καθ’ ἡμᾶς συμφοράν.

77

.

6

οἷον γὰρ ἀνέκραγον καὶ τοῖς ἐξάλμασιν ἐπεσκίρτησαν, ὅτε πρὸς αὐτῇ γεγόναμεν τῇ εἰσόδῳ τῆς πόλεως, ἀφορμὴν θυμηδίας τὴν καθ’ ἡμῶν ὕβριν δεικνύμενοι.

77

.

7

ὃ δὴ καὶ πλείω τῶν ἄλλων ὠδύνησεν ἡμᾶς, οὐκέτι φέροντας τῶν δεινῶν ἐκείνων καὶ τῆς ὑπερβαλλούσης αἰσχύνης τὴν ἐπαλληλίαν ὑφίστασθαι.

77

.

8

ἀλλ’ ὅτε δὴ καὶ μετὰ τοῦτον τὸν θρίαμβον ἐκληρώθη τις οἶκος ἐν ᾧ φρουρεῖσθαι κατεκρίθημεν τηρηθησόμενοι τῆς πρὸς τὴν Ταρσὸν ἀφίξεως, τότε δὴ τῶν πολλῶν ἀνεθέντες πόνων καὶ τῇ γῇ τὰς κεφαλὰς προσερείσαντες
5ἐδεόμεθα τοῦ θεοῦ μετὰ δακρύων στῆναι ἡμῖν ποτε τὰ κακὰ καὶ μηκέτι
χώραν λαβεῖν καθ’ ἡμῶν τοιούτων ὀχληρῶν ἐπίτασιν, ὧν καὶ ἡ ἀκοὴ μόνη μετήγετο διὰ πείρας ἐλθεῖν·66

77

.

9

παντὸς γὰρ ἀλγεινοῦ φύσιν ἐκβέβηκεν.

77

.

10

ἀλλὰ ταῦτα ἡμεῖς οἱ πρὸς τὴν καταλλαγὴν τηρούμενοι καὶ οἱ μεθ’ ἡμῶν λαχόντες τῶν λοιπῶν αἰχμαλώτων κατὰ τὴν Τρί‐ πολιν.

78

.

1

Οἱ δέ γ’ ἐν Κρήτῃ ἐξ ἡμῶν διαιρεθέντες ἐν ταῖς ἄλλαις ναυσὶ ταῖς ἀφ’ ἑκάστου τόπου διεσπάρησαν καθ’ ὅλης τῆς παραλίας Συρίας·

78

.

2

οὓς καὶ ὠνούμενοι πολλοὶ τῶν ἐμπόρων καὶ πάλιν μεταπιπράσκοντες κατὰ διαφόρους τόπους ἐν ἀλλήλοις μέχρι καὶ νῦν αὐτοὺς ἀνταμείβουσιν, ὡς καὶ αὐτὴν φθάσαι τὴν Αἰθιοπίαν τινὰς ἐξ αὐτῶν καὶ τοὺς τὴν ἀκροτάτην
5μεσημβρίαν κατοικοῦντας βαρβάρους.

78

.

3

ὧν εἰ θελήσοι τις τὰς συμφορὰς ἀναγράφεσθαι, ὅμοιος εἶναι δόξει τῷ τὴν παραλίαν ψάμμον ἐκμετρεῖν εἰκαίως τοπάσαντι.

78

.

4

πάντως γὰρ καὶ αὐτός, φιλομαθέστατε ἀνδρῶν, εἴπερ ἐνέτυχές τισιν ἐξ αὐτῶν, ἔν τε τῇ Δαμασκῷ καὶ ταῖς περὶ αὐτὴν πόλεσιν (ἐνέτυχες γάρ, οἶδα, πολλοῖς ἐκεῖσε διὰ τὸ πάσας τὰς Τυρίας νῆας τοῖς μέρεσιν ἐκείνοις τοὺς αἰχμαλώτους αὐτῶν διασπεῖραι), ἔγνως ἐκ
5τῶν πολλῶν ὀλίγα τινὰ ἤδη τῶν καθ’ ἡμᾶς παθημάτων.

78

.

5

ἐῶ γὰρ λέγειν ὅτι καὶ ἡμῶν ἡ περὶ τὴν Τρίπολιν διαγωγή, ὁπότε διερχομένῳ σοι ἐκεῖθεν κατ’ ἀρχὰς μικρὸν ἀνεγνωρίσθημεν, ἱκανῶς σε περὶ τούτων πεπληροφόρηκε, καὶ σιωπώντων ἡμῶν τὰ πράγματα παριστῶσα καὶ
5τὴν ὀδύνην τῶν ψυχῶν ταῖς μορφαῖς ἐξελέγχουσα.

78

.

6

ἐξ οὗ δὴ καὶ αὐτὸς συμπαθήσας τότε καὶ ἐν τούτῳ κοινωνήσας ἡμῖν τοῦ πάθους ἐν τῷ περὶ πολλοῦ ποιήσασθαι μαθεῖν τὴν περὶ τούτων ἀκολουθίαν, ἔκδηλος ἐγένου τῇ λύπῃ πληγεὶς καὶ πέρα τοῦ μετρίου τὴν καρδίαν ὀδυνηθείς.

78

.

7

πλὴν οὕτω ταῖς πολλαῖς καὶ ἀπείροις ἐκείναις τῶν πειρασμῶν ταλαι‐ πωρήσαντες καταιγίσι, καὶ οὐδὲν κρεῖττον οὐδ’ ἐν αὐτῇ τῇ Τριπόλει, παρ’ ὅσον ἐν αὐτῇ διετρίψαμεν χρόνον, γενόμενοι, ἀλλὰ μόνον ὅσον τὸ κατ’ ἐμὲ καὶ μοχθηροτέροις τισὶν ὁμιλήσαντες (ἐκεῖσε γὰρ ἐγὼ καὶ τοῦ
5καλοῦ πατρὸς ἀπωρφανίσθην, καθάπερ ἄλλην ἀρχὴν τῶν δεινῶν τὴν ἐκείνου στέρησιν ἐφευράμενος), ὅμως μετὰ τὴν σὴν ἀναχώρησιν, οὐ μετὰ πολὺν χρόνον, προστάξει τοῦ τυράννου πάντες ὁμοῦ τῇ προτέρᾳ πάλιν βληθέντες νηῒ μετὰ καί τινων διακομιζόντων ἡμᾶς βαρβάρων ταύτην δὴ τὴν φρουρὰν τῆς Ταρσοῦ κατελάβομεν·

78

.

8

καὶ νῦν ἐσμὲν ἐν μεθορίῳ δύο πραγμάτων ἐλπιζομένων, ἢ τοῦ τυχεῖν τῆς πάλαι θρυλλουμένης διὰ τῆς σωτηρίου καταλλαγῆς ἀπολυτρώσεως, ἢ τῷ θανάτῳ παραπεμφθῆναι καθ’ ἑκάστην ἐφεστῶτι ταῖς συχναῖς ἀρρωστίαις καὶ ἄλλως τοῖς ἐν τῇ
5φρουρᾷ πλησίον συνῳκισμένῳ.

78

.

9

πλὴν οὐκ ἔχομεν ἀσφαλῶς γινώσκειν ὁποτέρῳ τούτων προτέρῳ διαλαχεῖν.

79

.

1

Ἐγὼ δὲ τὴν ἐπιταγὴν ἤδη πεπλήρωκα, πάνυ θαυμάζων τὴν
σὴν ἀρετήν, πῶς περὶ τούτων πεφιλοπόνηκας, ὡς καὶ διὰ γραμμάτων παρορμῆσαι ἡμᾶς δῆλά σοι πάντα ποιήσασθαι τὰ περὶ τῆς ἁλώσεως τῆς καθ’ ἡμᾶς πόλεως,67

79

.

2

οὐχ ἕνεκεν δέ τινος ἄλλου τὴν σὴν ἀξίωσιν ἐκπληρῶσαι δίκαιον κέκρικα, ἀλλ’ ἵν’ ἔχῃς ὑπόμνημα τῆς πρὸς ἡμᾶς φιλίας τὴν καθ’ ἡμᾶς αὐτοὺς συμφοράν, ἀεί σε περικεντοῦσαν τοῖς ἀλγεινοῖς καὶ πρὸς τὸν ζῆλον τῶν καλῶν παραθήγουσαν.

79

.

3

πέφυκε γάρ πως ἡ μνήμη τῶν λυπηρῶν εἰς ἀρετὴν ἐνάγειν τῶν σπουδαίων τὸ φρόνημα, καὶ φοβερῶν πραγμάτων ἐξήγησις ψυχικὴν ἀσφάλειαν ἀπεργάζεσθαι.

79

.

4

ἀλλὰ μὴ τῇ ἰδιωτείᾳ προσέχων τῆς συγγραφῆς τῶν ἐν αὐτῇ προσόντων τὴν ὠφέλειαν διαπτύσῃς, τῷ ἀτεχνεῖ δὲ μᾶλλον καὶ ἀνεπιτηδεύτῳ τῶν λεγομένων τὸ πιστὸν συνακολουθεῖν ἐννοούμενος εὐχαῖς ἡμᾶς ἀμείψασθαι τῆσδε τῆς ἐγχειρήσεως προθυμήθητι, τὸν
5κοινὸν δεσπότην ἐξιλεούμενος ἢ παρενεγκεῖν ἡμῖν τὰ δεινὰ ἢ καρτερῶς γε φέροντας ἐν τῇ ἡμέρᾳ τῆς αὐτοῦ δικαιοκρισίας τὸν τῆς ὑπομονῆς
ἀξιῶσαι μισθόν.68